294
τοὺς ἐν ἐκείνῃ. 15.57.4 Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.
15.58.1 νηʹ. ΠΕΡΙ ΕΓΚΛΙΣΕΩΣ ΓΗΣ Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. 15.58.2 Φιλόλαος δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ, ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. 15.58.3 Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μὴν μεταβατικῶς, ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐν ἄξονι στρεφομένην ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον. 15.58.4 ∆ημόκριτος κατ' ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε σμικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.» Τούτων καὶ περὶ γῆς διαπεφωνημένων τοῖς γενναίοις ἄκουε καὶ τῶν περὶ θαλάσσης·
15.59.1 νθʹ. ΠΕΡΙ ΘΑΛΑΣΣΗΣ ΠΩΣ ΣΥΝΕΣΤΗ ΚΑΙ ΠΩΣ ΕΣΤΙ ΠΙΚΡΑ
«Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον· ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. 15.59.2 Ἀναξαγόρας τοῦ κατ' ἀρχὰς λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξατμισθέντος, εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι. 15.59.3 Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν. 15.59.4 Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. 15.59.5 Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα. 15.59.6 Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δὲ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.» 15.59.7 Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. ὅπως δὲ οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι οὐδὲ τὰ καθ' ἑαυτοὺς ᾔδεσαν, μάθοις ἂν ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν·
15.60.1 ξʹ. ΠΕΡΙ ΜΕΡΩΝ ΤΗΣ ΨΥΧΗΣ
«Πυθαγόρας, Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχειν λογικόν, τὸ δὲ ἄλογον. κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ· τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. 15.60.2 Οἱ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ, ὀσφραντικοῦ, ἀκουστικοῦ, γευστικοῦ, ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ' οὗ ταῦτα πάντα τέταται διὰ τῶν οἰκείων ὀργάνων, προσφερῶς ταῖς πολύποδος πλεκτάναις. 15.60.3 ∆ημόκριτος, Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ' ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. 15.60.4 Ὁ δὲ ∆ημόκριτος πάντα μετέχειν φύσει ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων, διότι ἀφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.