295
15.61.1 ξαʹ. ΠΕΡΙ ΗΓΕΜΟΝΙΚΟΥ Πλάτων, ∆ημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. 15.61.2 Στράτων ἐν μεσοφρύῳ. 15.61.3 Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει. 15.61.4 Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ βάσις. 15.61.5 Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι. 15.61.6 Ἐπίκουρος, οἱ Στωϊκοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ. 15.61.7 ∆ιογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ πνευματική. 15.61.8 Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος συστάσει. 15.61.9 Οἱ δ' ἐν τῷ περικαρδίῳ ὑμένι· οἱ δ' ἐν τῷ διαφράγματι τῶν φρενῶν. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. 15.61.10 Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.» 15.61.11 Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. ἆρ' οὖν οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἁπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας ἀνακεχωρηκέναι καὶ τῶν μὲν εἰρημένων μηδὲν πολυπραγμονεῖν μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ ἀγαθοῦ κτῆσιν ἀνθρώποις, μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ' ἀρετὴν θεοφι15.61.12 λοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ ἐπὶ πάντων θεῷ; ἀλλ' εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι' ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαλήθως ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυε καὶ μηθὲν μαινομένων διαφέρειν ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. ταῦτα δέ σοι καὶ ὁ πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη γράφων ἐν Ἀπομνημονεύμασιν·
15.62.1 ξβʹ. ΟΤΙ ΚΑΙ ΤΩΝ ΕΛΛΗΝΩΝ Ο ΣΟΦΩΤΑΤΟΣ ΣΩΚΡΑΤΗΣ ΤΟΥΣ ΕΠΙ ΤΗΙ ΤΩΝ ΠΡΟΕΙΡΗΜΕΝΩΝ ΦΥΣΙΟΛΟΓΙΑΙ ΜΕΓΑΛΑ ΦΥΣΩΝΤΑΣ ΜΩΡΑΙΝΟΝΤΑΣ ΑΠΕ∆ΕΙΚΝΥΕΝ ΩΣ ΠΕΡΙ ΑΧΡΗΣΤΑ ΤΩΙ ΒΙΩΙ ΚΑΙ
ΑΚΑΤΑΛΗΠΤΑ ΚΑΤΑΤΡΙΒΟΜΕΝΟΥΣ «Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὔτε ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρα 15.62.2 νίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε. καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν. 15.62.3 ἐθαύμαζε δέ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι 15.62.4 πρὸς ἀλλήλους. τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ' ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ' ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ' ἱερὸν οὔτε βωμὸν οὔτ' ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ