296
ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι ποτὲ 15.62.5 οὐδὲν οὔτε ἀπολέσθαι. ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε· ἆρ' ὥσπερ οἱ τἀνθρώπινα μανθάνοντες ἡγοῦνται τοῦθ' ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε καὶ τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων; ἢ τοιοῦτο μὲν οὐδὲν οὐδ' ἐλπίζουσιν, ἀρκεῖ δ' αὐτοῖς γνῶναι μόνον ᾗ τῶν 15.62.6 τοιούτων ἕκαστα γίγνεται; περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές· τί καλόν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία.» 15.62.7 Ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ' ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα, τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε κατα15.62.8 ληπτοὺς εἶναι μήτε καὶ εἰ ὀφθεῖεν, ὄφελος ἔχειν τι. μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον, ἀλλ' οὐδ' εἰ μετεωρότεροι τοῦ Περσέως ἀρθέντες ὑπέρ τε πόντου χεῦμ' ὑπέρ τε Πλειάδα αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον καὶ τὴν τῶν ὄντων φύσιν, 15.62.9 ἥτις δή ποτέ ἐστιν· οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι καὶ μὴν οὐδὲ ἰσχυροὺς ἢ κα15.62.10 λοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν. ὅθεν ὀρθῶς εἶπε Σωκράτης καὶ λίαν καλῶς, ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς· εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον 15.62.11 οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτη δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν ὅττι οἱ ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται. 15.62.12 καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους καὶ μηδὲν πρὸς ἀνθρώπινον ἦθος καὶ κόσμον βίου τοῦ καθ' ἡμᾶς συντείνοντας· τοὺς μὲν γὰρ ἀξιοῦν μηδ' εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον ἢ τὸ ὂν ἢ τὸ ἕν, καὶ πάντα 15.62.13 μᾶλλον ἢ τοὺς νομιζομένους· τήν τ' αὖ διαφωνίαν παμπόλλην ὅσην· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον, καὶ τοὺς 15.62.14 μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν. καὶ μὴν εἴ τι καὶ ἄλλο, πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε· τίς γὰρ τούσδ' ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὁ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ' ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί. 15.62.15 ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι; τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν τρόπον· φοιτᾷ δὲ βροτολοιγὸς ἔρις κενεὸν λελακυῖα, νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος, ἥ τ' ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἔς τε βροτοὺς στήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. 15.62.16 Ἀλλὰ γὰρ καὶ τῆς τῶνδε πρὸς σφᾶς αὐτοὺς ἀποδεδειγμένης στάσεώς τε καὶ μάχης τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς ἀνθρώποις φυσιολογίας τε καὶ φιλοσοφίας τῆς τε ἀθέου καὶ ψευδοῦς παιδείας τε καὶ μαθήσεως τῶν τε λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ' οἰκείαις αὐτῶν ἀποδείξεσιν, οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι' ἣν τὰ τῶνδε ἀποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν