297
15.62.17 τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω· τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας, τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη λοιπὸν ἐπισκεπτέον ἀφ' ἑτέρας λόγων ἀρχῆς, τῆς δὴ λειπούσης τῷ 15.62.18 προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις. λείπει δὲ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς ἐπιμεμψαμένους ἀποκρίνασθαι, τί δή ποτε ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα, μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις· ἢ τί δὴ τὰ παρ' αὐτοῖς ἀσπαζόμενοι λόγια οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ' αὐτοῖς παρέχομεν νόμῳ.