In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς μηδέπω χωρεῖν δυναμένοις τὰ τέλεια διαλέγεται ὁ Σωτὴρ, συγκαταβαίνων αὐτῶν τῇ σμικρότητι· τοῖς δὲ τελειουμένοις συγγίνεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ δήπου τις ἐκ τούτων ἂν φαίη τὴν τοῦ Πνεύματος διδασκαλίαν ὑπερβάλλειν τῆς τοῦ Υἱοῦ διδαχῆς· ἀλλ' ὅτι ὁ μὲν Υἱὸς συγκατα βαίνει τοῖς ἀτελέσι, τὸ δὲ Πνεῦμα σφραγίς ἐστι τῶν τελειουμένων· οὕτως οὐ διὰ τὴν ὑπερβολὴν τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν ἄφυκτός ἐστι καὶ ἀσύγ γνωστος ἡ εἰς τὸ Πνεῦμα βλασφημία· ἀλλ' ὅτι ἐπὶ μὲν τοῖς ἀτελέσιν ἐστὶ συγγνώμη· ἐπὶ δὲ τοῖς γευσα μένοις τῆς οὐρανίου δωρεᾶς καὶ τελειωθεῖσιν οὐ δεμία περιλείπεται συγγνώμης ἀπολογία καὶ παρ αίτησις.» Ἐκεῖνοι μὲν οὖν ταῦτα. Ἐγὼ δὲ ἀφ' ὧν ἔμαθον, νομίζω τὴν ἑκατέρου διάνοιαν μετρίας τινὸς δοκιμασίας ἐπιδεῖσθαι καὶ κα τανοήσεως· μὴ ἄρα κεκρυμμένος ἐστί τις ἐν αὐ τοῖς τοῖς ὑπ' αὐτῶν εἰρημένοις βαθύτερος νοῦς. ∆ῆλον γὰρ, ὡς, ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν τούτοις ἐστὶν, ἐν οἷς καὶ ὁ Πατήρ ἐστι, καὶ τὸ Πνεῦμα οὐκ ἄπεστιν. Ἀδιαίρετος γάρ ἐστιν ἡ ἁγία καὶ μακαρία, καὶ τε λεία Τριάς. Ἔτι δ' οὖν εἰ πάντα διὰ Υἱοῦ γέ γονε, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκε, πῶς ἂν ἐκτὸς εἴη τῶν δι' αὐτοῦ γενομένων; Μὴ ὄντων δὲ ἐκείνων αὐτοῦ μακρὰν, ἐν πᾶσιν ἂν καὶ αὐτὸς εἰκό τως εἴη· ὡς ἐξ ἀνάγκης τὸν εἰς τὸν Υἱὸν ἁμαρτάνοντα καὶ βλασφημοῦντα ἁμαρτάνειν καὶ εἰς τὸν Πατέρα 26.653 καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Καὶ τὸ ἅγιον δὲ λουτρὸν εἰ μὲν εἰς τὸ ἅγιον Πνεῦμα μόνον ἐδίδοτο, εἰκότως ἂν ἐλέγετο τοὺς βαπτιζομένους εἰς τὸ Πνεῦμα μόνον ἁμαρτάνειν· ἐπειδὴ δὲ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα δίδοται, καὶ οὕτω τελειοῦται τῶν βαπτιζομένων ἕκαστος, ἀνάγκη πάλιν τοὺς μετὰ τὸ βάπτισμα παραβαίνοντας εἰς τὴν ἁγίαν καὶ ἀδιαίρετον Τριάδα τὴν βλασφημίαν ποιεῖσθαι. Καὶ τοῦτο δὲ δίκαιον ἂν εἴη λογίζεσθαι καὶ νοεῖν. Εἰ μὲν πρὸς λαβόντας τὸ λουτρὸν τῆς παλιγγενεσίας, τοὺς Φαρισαίους λέγω, καὶ μετασχόντας αὐτοὺς ἤδη τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, διελέγετο ὁ Κύ ριος, πιθανή τις ἦν ἡ τοιαύτη διάνοια, ὡς παλινδρομήσαντας, καὶ πλημμελήσαντας εἰς τὸ ἅγιον Πνεῦμα· εἰ δὲ μήτε τὸ λουτρὸν εἰλήφασιν, ἀλλὰ καὶ τὸ τοῦ Ἰωάννου βάπτισμα ἐξουθενήσαντες ἦσαν, πῶς ᾐτιᾶτο τούτους ὡς βλασφημήσαντας εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὗ μηδέπω μέτοχοι γεγόνεισαν; Καὶ γὰρ οὐ διδάσκων ἁπλῶς ὁ Κύριος ἐλάλει ταῦτα, οὐδὲ ἐπὶ μέλλουσι τὴν τιμωρίαν ἠπείλει· ἀλλ' εὐθὺς αἰτιώμε νος ἀληθῶς τοὺς Φαρισαίους, ὡς ἤδη γενομένους ὑπευθύνους τῆς τηλικαύτης βλασφημίας, εἴρηκε τοῦτο τὸ ῥητὸν ὁ Κύριος. Τῶν δὲ Φαρισαίων οὕτω κατηγο ρουμένων, καὶ πρὶν λαβεῖν αὐτοὺς τὸ βάπτισμα, οὐκ ἂν εἴη τοῦτο ῥητὸν ἐπὶ τοὺς μετὰ τὸ λουτρὸν πα ραβαίνοντας· καὶ μάλιστα ὅτι οὐχ ἁπλῶς ἐπὶ ἁμαρ τίαις, ἀλλ' ἐπὶ βλασφημίᾳ αὐτοὺς ᾐτιᾶτο. ∆ιαφέρει δὲ, ὅτι ὁ μὲν ἁμαρτάνων παραβαίνει νόμον· ὁ δὲ βλασφημῶν εἰς αὐτὴν ἀσεβεῖ τὴν θεότητα. Ἐπὶ πολ λαῖς δ' οὖν πρότερον πλημμελείαις αἰτιώμενος αὐ τοὺς ὁ Σωτὴρ, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ τὴν περὶ τῶν γονέων διὰ ἀργύριον παρέβαινον, καὶ τὰ τῶν προφητῶν παρεκρούοντο, καὶ τὸν οἶκον τοῦ Θεοῦ ἐποίουν οἶκον ἐμπορίου, ὅμως παρῄνει καὶ μετανοεῖν αὐτοῖς. Ἐπὶ δὲ τῷ λέγειν αὐτοὺς, Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, οὐκ ἔτι ταύτην ἁμαρτίαν ἁπλῶς, ἀλλὰ βλασφημίαν εἴρηκεν εἶναι τηλικαύτην, ὥστε ἄφυκτον καὶ ἀσύγγνωστον εἶναι τὴν τιμωρίαν τοῖς τοιαῦτα τολμῶσιν. Ἄλλως τε, εἰ τῶν μετὰ τὸ λουτρὸν ἁμαρτανόν των χάριν εἴρηται τοῦτο τὸ ῥητὸν, καὶ τούτοις ἀσύγ γνωστός ἐστιν ἡ τῶν πλημμελημάτων δίκη· πῶς τῳ μὲν ἐν Κορίνθῳ μετανοοῦντι κυροῖ τὴν αὐτὴν ἀγάπην ὁ Ἀπόστολος, τοὺς δὲ Γαλάτας παλινδρομήσαντας ὠδίνει, ἄχρις οὗ πάλιν μορφωθῇ Χριστὸς ἐν αὐτοῖς; Ἐν δὲ τῷ λέγειν, πάλιν, δείκνυσιν αὐτῶν καὶ τὴν προτέραν ἐν τῷ Πνεύματι τελειότητα. Τί δὲ καὶ Νουάτῳ μεμφόμεθα

2