In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπόφα σιν, οἵαν καὶ ὁ παρ' αὐτῶν ὑπονοηθεὶς Βεελζεβοὺλ ἔσχεν ἤδη καὶ ἔχει· ὥστε αὐτοὺς εἰς τὸ ἡτοιμασμέ νον πῦρ ἐκείνῳ αἰωνίως συγκατεσθίεσθαι μετ' αὐτοῦ. Οὐ γὰρ δὴ σύγκρισίν τινα ποιούμενος τῆς εἰς ἑαυ τὸν καὶ τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον λεγομένης βλασφημίας, καὶ ὡς μείζονος ὄντος τοῦ Πνεύμα τος, καὶ διὰ τοῦτο μείζονα τὴν αἰτίαν ἐχούσης τῆς εἰς τὸ Πνεῦμα γινομένης, ταῦτ' εἴρηκε· μὴ γένοιτο! Φθάσας γὰρ ἐδίδαξεν, ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λήψεται, καὶ αὐτὸ δοξάσει τὸν Υἱόν. Καὶ οὐχὶ τὸ Πνεῦμα τὸν Υἱὸν δίδωσιν, ἀλλ' ὁ Υἱὸς παρέχει τὸ Πνεῦμα τοῖς μα θηταῖς, καὶ δι' αὐτῶν τοῖς εἰς αὐτὸν πιστεύουσιν. Οὐχ οὕτως οὖν εἴρηκεν ὁ Σωτήρ· ἀλλ' ὡς εἰς αὐτὸν ἐπ' ἀμφοτέροις γινομένης τῆς βλασφημίας, καὶ τῆς 26.664 μὲν ἐλάττονος, τῆς δὲ ὑπερβαλλούσης ταῦτα λελάλη κεν ὁ Κύριος. Καὶ γὰρ καὶ αὐτοὶ οἱ Φαρισαῖοι ἀμφότερα ἦσαν λέγοντες· καὶ ἄνθρωπον βλέποντες αὐτὸν ἐλοιδόρουν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;» καὶ, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Καὶ τὰ τοῦ Πατρὸς ἔργα θεωροῦντες, οὐ μόνον ἠρνοῦντο τὴν θεότητα αὐτοῦ, ἀλλὰ καὶ ἀντὶ ταύτης ἔλεγον ἐν αὐτῷ εἶναι τὸν Βεελζεβοὺλ, καὶ αὐ τοῦ εἶναι τὰ ἔργα. ∆ιὰ τοῦτο, ὡς εἰς αὐτὸν ἀμφοτέρων λεγομένων, καὶ τῆς μὲν ἐλάττονος βλασφη μίας οὔσης διὰ τὸ ἀνθρώπινον, τῆς δὲ μείζονος διὰ τὴν θεότητα, ἐπὶ τῇ μείζονι κατ' αὐτῶν τὸ ἄφυ κτον τῆς τιμωρίας ἔλεγεν. Ἀμέλει τοὺς μαθητὰς πα ραθαρσύνων καὶ λέγων, ὅτι «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν,» ἑαυτὸν εἶναι τὸν οἰκο δεσπότην ἔλεγε, τὸν καὶ ὑπὸ τῶν Ἰουδαίων οὕτω βλασφημούμενον. Εἰ δὲ οἱ Ἰουδαῖοι λέγοντες. «ἐν Βεελζε βοὺλ,» οὐδένα ἕτερον ἢ τὸν Κύριον ἐλοιδόρουν, δῆ λον τοίνυν ἐστὶν, ὡς τὸ λεγόμενον, «Ἡ δὲ τοῦ Πνεύ ματος βλασφημία,» εἰς αὐτόν ἐστι τὸν Κύριον λεγο μένη, καὶ τὸ ῥητὸν ὅλον περὶ ἑαυτοῦ σημαίνων ἔλε γεν ὁ Σωτήρ. Αὐτὸς γάρ ἐστιν ὁ τοῦ παντὸς οἰκοδε σπότης· πάλιν γὰρ ἀσφαλείας ἕνεκα τὸ αὐτὸ εἰπεῖν οὐκ ὀκνητέον. Τὸ διψᾷν, τὸ κοπιᾷν, τὸ κοιμᾶ σθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπων ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ Κύριος, οὐκ ἔτι ἀνθρώπων, ἀλλὰ Θεοῦ ἦν αὐτὰ ποιεῖν. Ὅταν οὖν τινες, καθὰ πρότερον εἶπον, ταῦτα βλέποντες ὡς ἀνθρώπῳ λοιδορῶνται τῷ Κυρίῳ, ἐλάττονος ἂν ἀξιοῖντο τιμω ρίας τῶν τὰ τοῦ Θεοῦ ἔργα μεταφερόντων εἰς τὸν διάβολον. Οἱ γὰρ τοιοῦτοι, οὐ μόνον τὰ ἅγια τοῖς κυσὶ ῥίπτουσιν, ἀλλὰ καὶ τὸν Θεὸν τῷ διαβόλῳ συγ κρίνουσι, καὶ τὸ φῶς λέγουσιν εἶναι σκότος. Ταύτην γοῦν εἶναι τῶν Φαρισαίων τὴν ἀσύγγνωστον βλα σφημίαν ὁ Μάρκος παρετηρήσατο λέγων· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν, ἀλλ' ἔνοχός ἐστιν αἰωνίου ἁμαρτίας· ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.» Καὶ ὁ μὲν ἐκ γενετῆς τυφλὸς ἀναβλέψας ἐμαρτύρει· «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννη μένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν·» οἵ τε ὄχλοι, θαυμάζοντες ἐπὶ τοῖς γινομέ νοις ὑπὸ τοῦ Κυρίου, ἔλεγον· «Ταῦτα τὰ ῥή 26.665 ματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;» οἱ δὲ νομιζόμενοι ἁδροὶ τοῦ νόμου, οἱ Φαρισαῖοι, οἱ τὰ κράσπεδα πλατύνοντες, καὶ κομπάζοντες ὡς πλέον τι τῶν ἄλλων γινώσκοντες, οὐδ' οὕτως ᾐσχύνοντο· κατὰ δὲ τὸ γε γραμμένον, ἔθυον οἱ τάλανες δαιμονίῳ καὶ οὐ Θεῷ, λέγοντες δαιμόνιον ἔχειν τὸν Κύριον, καὶ δαιμόνων εἶναι τὰ τοῦ Θεοῦ ἔργα. Ἔπασχον δὲ τοῦτο δι' οὐδὲν ἕτερον, ἢ ἵνα μόνον ἀρνήσωνται τὸν ταῦτα ποιοῦντα Θεὸν εἶναι, καὶ τοῦ Θεοῦ Υἱόν. Εἰ γὰρ τὸ ἐσθίειν καὶ τοῦ σώματος ἡ ὄψις ἐδείκνυεν αὐτὸν καὶ ἄνθρωπον, διὰ τί μὴ ἐκ τῶν ἔργων ἐθεώρουν αὐτὸν εἶναι ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν αὐτῷ; Ἀλλ' οὐκ ἤθελον· μᾶλλον δὲ αὐτοὶ τὸν Βεελζεβοὺλ εἶχον ἐν ἑαυτοῖς φθεγγόμενον, ὡς ἐκ μὲν

5