In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν ἐπαοιδοὶ, καὶ μάγοι, καὶ φαρμα κοὶ τοῦ Φαραὼ, καίτοι πλεῖστα ἐπιχειρήσαντες, ὅμως βλέποντες τὰ διὰ Μωσέως σημεῖα, καθυφῆκαν, καὶ νῶτα δεδώκασι, λέγοντες δάκτυλον εἶναι Θεοῦ τὸν ταῦτα ποιοῦντα· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμ ματεῖς, ὅλην τὴν χεῖρα τοῦ Θεοῦ βλέποντες ἐργαζο μένην, καὶ πλείονα καὶ μείζονα θεωροῦντες ἐκείνων τὰ δι' αὐτοῦ τοῦ Σωτῆρος γινόμενα, τὸν Βεελζε βοὺλ ἔλεγον ταῦτα ποιεῖν, ὃν καὶ οἱ μάγοι, καίτοι ἴδιον αὐτῶν ὄντα, ὅμως ὡμολόγουν μὴ δύνασθαι μηδὲ τὰ τούτων ἐλάττονα ποιεῖν. Τίς οὖν ὑπερβολὴ τῆς τούτων μανίας εἰπεῖν; ἢ τίς, ὡς εἴρηκεν ὁ προφήτης, ὁμοιῶσαί τι ταῖς τούτων ἀσεβείαις δυνήσεται; Ἐδικαίωσαν γὰρ ἐξ ἑαυτῶν καὶ Σοδομίτας· καὶ νενικήκασι μὲν τὴν Ἑλλήνων ἀγνωσίαν, ὑπερβάλλουσι δὲ καὶ τῶν μάγων τοῦ Φαραὼ τὴν ἀλογίαν, καὶ πρὸς μόνους τοὺς Ἀρειομανίτας ἔχουσι τὴν σύγκρισιν, ἀλλήλοις εἰς τὴν αὐτὴν ἀσέβειαν συμπίπτοντες. Ἰουδαῖοι μὲν γὰρ βλέποντες διὰ τοῦ Υἱοῦ τὰ τοῦ Πατρὸς ἔργα, τῷ Βεελζεβοὺλ ἀνατιθέασιν αὐτά· Ἀρειανοὶ δὲ, καὶ αὐτοὶ τὰ αὐτὰ βλέποντες ἔργα, τοῖς κτίσμασι συναριθμοῦσι τὸν ταῦτα ποιοῦντα Κύριον, φάσκοντες ἐξ οὐκ ὄντων αὐτὸν εἶναι· καὶ, οὐκ ἦν, πρὶν γένηται· Καὶ οἱ μὲν Φαρισαῖοι θεωροῦντες τὸν Κύριον ἐν σώματι διεγόγγυζον λέγοντες· «∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» οἱ δὲ Χριστομάχοι, βλέποντες αὐτὸν πάσχοντα καὶ κοιμώμενον, βλασφημοῦσι λέγοντες· Ὁ ταῦτα ὑπομένων οὐ δύναται Θεὸς ἀληθινὸς καὶ ὁμοούσιος εἶναι τοῦ Πατρός. Καὶ ὅλως ἄν τις ἐξετάζειν ἐκ παραλλήλου βούλοιτο τὰς ἀμφοτέρων κακονοίας, εὑρήσει, καθὰ προεῖπον, εἰς τὴν κοιλάδα τῆς ἁλυκῆς παροινίας συμπίπτοντας αὐτοὺς ἀλλήλοις. 26.676 ∆ιὰ τοῦτο γὰρ κἀκείνοις καὶ τούτοις ἀσύγγνωστον ἔσεσθαι τὴν ἐπὶ τοῖς τοιούτοις τιμωρίαν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.» Καὶ εἰκότως γε· ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, τίνα παρακαλῶν, ἱλασμὸν δυνήσεται ἔχειν; ἢ ποίαν ζωὴν, ἢ ἀνάπαυσιν προσδοκήσει, ὁ ἀπωσάμενος τὸν λέγοντα· «Ἐγώ εἰμι ἡ ζωή;» καὶ, «∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς;» Τούτων δὲ οὕτω διδόντων δίκας, δῆλον ἂν εἴη, ὡς οἱ εὐσεβοῦντες εἰς τὸν Χριστὸν, καὶ τὸ κατὰ σάρκα καὶ τὸ κατὰ Πνεῦμα προσκυνοῦντες αὐτοῦ, καὶ μήτε Υἱὸν Θεοῦ αὐτὸν ἀγνοοῦντες, μήτε ὅτι καὶ Υἱὸς ἀνθρώπου γέγονεν ἀρνούμενοι· ἀλλὰ καὶ πιστεύοντες, ὅτι «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ, «ὁ Λόγος σὰρξ ἐγένετο,» βασιλεύσουσιν αἰωνίως ἐν τοῖς οὐρανοῖς κατὰ τὰς ἁγίας ἐπαγγελίας αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· «Ἀπελεύσονται μὲν ἐκεῖνοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» Ταῦτά σοι συντόμως, ἐξ ὧν ἔμαθον, ἔγραψα. Σὺ δὲ μὴ ὡς τελείαν διδασκαλίαν, ἀλλὰ μόνην ἀφορμὴν ταῦτα παρ' ἐμοῦ λάμβανε· καὶ λοιπὸν σαυτῷ τὴν ἀκριβεστέραν διάνοιαν ἔκ τε τοῦ εὐαγγελικοῦ ῥητοῦ καὶ τῶν Ψαλμῶν ἀναλαμβάνων, δέσμευε τὰ τῆς ἀληθείας δράγματα· ἵνα καὶ, σοῦ ταῦτα φέροντος, εἴπωσιν οἱ λέγοντες· «Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

8