In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται τὸ ῥητόν; Καὶ γὰρ τὸ ἐν τῇ πρὸς Ἑβραίους εἰρημένον οὐκ ἐκκλεῖόν ἐστι τῶν ἁμαρτανόντων τὴν μετάνοιαν, ἀλλὰ δεικνύον ἓν εἶναι τὸ τῆς καθολικῆς Ἐκκλησίας βάπτισμα καὶ μὴ δεύ τερον. Ἑβραίοις γὰρ ἔγραφε· καὶ ἵνα μὴ νομίσωσι, κατὰ τὴν ἐν τῷ νόμῳ συνήθειαν, προφάσει μετανοίας εἶναι πολλὰ καὶ καθ' ἡμέραν βαπτίσματα, διὰ τοῦτο μετανοεῖν μὲν παραινεῖ, μίαν δὲ εἶναι τὴν ἀνακαίνισιν διὰ τοῦ βαπτίσματος, καὶ μὴ δευτέραν ἀποφαίνεται, ὡς καὶ ἐν ἑτέρᾳ Ἐπιστολῇ φησι· «Μία πίστις, ἓν βάπτισμα.» Οὐδὲ γὰρ, εἶπεν, ἀδύνατον μετανοεῖν· ἀλλ' ἀδύνατον προφάσει μετανοίας ἀνα καινίζειν ἡμᾶς. Ἔχει δὲ πολλὴν τὴν διαφοράν· ὁ μὲν γὰρ μετανοῶν παύεται μὲν τοῦ ἁμαρτάνειν, ἔχει δὲ τῶν τραυμάτων τὰς οὐλάς· ὁ δὲ βαπτιζόμενος τὸν μὲν παλαιὸν ἀπεκδιδύσκεται, ἀνακαινίζεται δὲ, ἄνωθεν γεννηθεὶς τῇ τοῦ Πνεύματος χάριτι. Τοιαῦτα δὴ οὖν μοι λογιζομένῳ, μεῖζον ἀπαντᾷ τὸ βάθος τῆς ἐν τῷ ῥητῷ διανοίας· καὶ διὰ τοῦτο πολλὰ πρότερον παρακαλέσας τὸν ἐπὶ τὸ φρέαρ καθ εσθέντα, καὶ ἐπὶ τὴν θάλασσαν περιπατήσαντα Κύριον, ἐπὶ τὴν οἰκονομίαν λοιπὸν τὴν ἐν αὐτῷ γενο μένην ὑπὲρ ἡμῶν ἀνέρχομαι, τάχα πως ἐξ αὐτῆς τὸν ἐν τῷ ἀναγνώσματι νοῦν λαβεῖν δυνηθῶ. Πᾶσα τοίνυν ἡ θεία Γραφὴ ταύτην εὐαγγελίζεται καὶ κη ρύττει, μάλιστα δὲ ὁ μὲν Ἰωάννης λέγων· «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» ὁ δὲ Παῦλος γράφων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, ὑπ ήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» ∆ιὰ τοῦτο γὰρ Θεὸς ὢν καὶ ἄνθρωπος γενόμενος, ὡς μὲν Θεὸς ἤγειρε νεκροὺς, καὶ λόγῳ πάντας θε ραπεύων, μετέβαλε καὶ τὸ ὕδωρ εἰς οἶνον· οὐ γὰρ ἦν ἀνθρώπου ταῦτα ἔργα· ὡς δὲ σῶμα φορῶν, ἐδίψα καὶ ἐκοπία, καὶ ἔπασχεν· οὐ γὰρ ἦν ἴδια ταῦτα τῆς θεότητος. Καὶ ὡς μὲν Θεὸς ἔλεγεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ὡς δὲ σῶμα φορῶν, 26.657 ἤλεγχε τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός;» Ἐγίνετο δὲ ταῦτα οὐ διῃρη μένως κατὰ τὴν τῶν γινομένων ποιότητα, ὥστε τὰ μὲν τοῦ σώματος χωρὶς τῆς θεότητος, τὰ δὲ τῆς θεό τητος χωρὶς τοῦ σώματος δείκνυσθαι· συνημμένως δὲ πάντα ἐγίνετο, καὶ εἷς ἦν ὁ ταῦτα ποιῶν Κύριος παραδόξως τῇ ἑαυτοῦ χάριτι. Ἔπτυε γὰρ ἀνθρω πίνως, καὶ τὸ πτύσμα ἦν ἔνθεον· ἐν αὐτῷ γὰρ ἐποίει τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναβλέπειν. Καὶ δεικνύναι δὲ θέλων ἑαυτὸν Θεὸν, ἀνθρωπίνῃ γλώττῃ τοῦτο σημαίνων ἔλεγεν· «Ἐγὼ καὶ ὁ Πα τὴρ ἕν ἐσμεν·» καὶ μόνον δὲ θέλων ἐθεράπευε. Τὴν δὲ ἀνθρωπίνην ἐκτείνων χεῖρα, ἤγειρε τὴν πεν θερὰν Πέτρου πυρέσσουσαν, καὶ τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα ἤδη τελευτήσασαν ἐκ τῶν νεκρῶν ἀνήγειρεν. Αἱρετικοὶ μὲν οὖν κατὰ τὴν ἰδίαν ἀπαιδευσίαν ἐμάνησαν· καὶ οἱ μὲν τὰ σωματικὰ βλέποντες τοῦ Σωτῆρος ἠρνήσαντο τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οἱ δὲ τὰ τῆς θεότητος θεωροῦντες ἠγνόησαν τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ πιστὸς καὶ ἀποστολικὸς ἀνὴρ, εἰδὼς τὴν τοῦ Κυρίου φιλανθρωπίαν, βλέπων μὲν τὰ τῆς θεότητος σημεῖα, θαυμάζει τὸν ἐν τῷ σώματι Κύριον· θεωρῶν δὲ πάλιν καὶ τὰ τοῦ σώματος ἴδια, ὑπερεκπλήσσεται, κατανοῶν τὴν ἐν αὐτοῖς τῆς θεότητος ἐνέργειαν. Τοιαύτης δὲ οὔσης τῆς ἐκκλησιαστικῆς πίστεως, ὅταν τινὲς εἰς τὰ ἀν θρώπινα βλέποντες, ἴδωσι τὸν Κύριον διψῶντα, ἢ κοπιῶντα, ἢ πάσχοντα, καὶ μόνον φλυαρήσωσιν ὡς κατὰ ἀνθρώπου τοῦ Σωτῆρος, ἁμαρτάνουσι μὲν με γάλως, δύνανται δὲ ὅμως, ταχέως μεταγινώσκοντες, λαμβάνειν συγγνώμην, ἔχοντες πρόφασιν τὴν τοῦ σώματος ἀσθένειαν (ἔχουσι γὰρ καὶ τὸν Ἀπό στολον συγγνώμην αὐτοῖς νέμοντα, καὶ οἱονεὶ χεῖρα αὐτοῖς ἐν τῷ λέγειν ἐκτείνοντα, ὅτι

3