In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

«Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι περὶ τῆς τοῦ σώματος φύσεως, καὶ αὐτοὶ μὲν ἁμαρτάνουσι τὰ μέγιστα, ὅτι, καίτοι βλέποντες ἐσθίοντα καὶ πάσχοντα, φαντάζονται φαντασίαν· συγγινώσκειν δὲ ὅμως καὶ τούτοις ταχέως μεταγινώσκουσιν ὁ Χριστὸς δύναται, διὰ τὸ καὶ αὐτοὺς ἔχειν πρόφασιν τὴν ἐκ τῶν ἔργων ὑπὲρ ἄνθρωπον μεγαλειότητα. Ἐπειδὰν 26.660 δὲ τὴν ἀμφοτέραν τούτων ἄγνοιαν καὶ πήρωσιν ὑπερβάντες οἱ δοκοῦντες ἔχειν τοῦ νόμου τὴν γνῶσιν (οἷοι ἦσαν οἱ τότε Φαρισαῖοι) εἰς μανίαν τραπῶσι, καὶ αὐτὸν τὸν ἐν τῷ σώματι ὄντα Λόγον τέλεον ἀρνήσωνται, ἢ καὶ τὰ τῆς θεότητος ἔργα τῷ διαβόλῳ καὶ τοῖς τούτου δαίμοσιν ἀναφέρωσιν· εἰκό τως ἀσύγγνωστον ἔχουσι τὴν ἐκ τῆς τοιαύτης ἀσεβείας ἐπιτιμίαν. Τόν τε γὰρ διάβολον εἰς Θεὸν ἐλογίσαντο, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν, οὐδὲν πλέον ἐν τοῖς ἔργοις ἔχειν τῶν δαιμόνων ἡγήσαντο. Εἰς τοιαύτην τοίνυν ἀσέβειαν πεπτωκότες ἦσαν οἱ τότε Ἰουδαῖοι, καὶ τῶν Ἰουδαίων οἱ Φαρισαῖοι. Τοῦ γὰρ Σωτῆρος δεικνύοντος τὰ τοῦ Πατρὸς ἔργα, (νεκροὺς γὰρ ἤγειρε, τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν, χωλοὺς ἐποίει περιπατεῖν, κωφῶν ἤνοιγε τὴν ἀκοὴν, ἀλάλους ἐποίει λαλεῖν, καὶ τὴν κτίσιν ὑποτεταγμένην ἐδείκνυεν, ἐπιτάσσων τοῖς ἀνέμοις, καὶ περιπατῶν ἐπ' αὐτῆς τῆς θαλάττης), οἱ μὲν ὄχλοι ἐξεπλήσσοντο καὶ ἐδόξαζον τὸν Θεόν· οἱ δὲ θαυμαστοὶ Φαρισαῖοι ἔλεγον τοῦ Βεελζεβοὺλ εἶναι τὰ τοιαῦτα ἔργα· καὶ οὐκ ᾐσχύνοντο οἱ ἄφρονες τὴν τοῦ Θεοῦ δύναμιν ἐπὶ τὸν διάβολον μεταφέροντες. Ὅθεν ἀκολούθως ὁ Σωτὴρ ἀσύγγνωστα καὶ ἄφυκτα βλασφημεῖν αὐτοὺς ἀπεφή νατο. Ἕως μὲν γὰρ εἰς τὰ ἀνθρώπινα βλέποντες ἐχώ λευον τῇ διανοίᾳ, λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» καὶ, «Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς;» καὶ, «Τί σὺ ποιεῖς περὶ σεαυτοῦ σημεῖον;» καὶ, «Καταβήτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ·» ἔφερεν αὐ τοὺς, καὶ, ὡς εἰς Υἱὸν ἀνθρώπου ἁμαρτανόντων αὐ τῶν, λυπούμενος ἐπὶ τῇ πωρώσει αὐτῶν ἔλεγεν· «Εἰ ἔγνωτε καὶ ὑμεῖς τὰ εἰς εἰρήνην.» Καὶ γὰρ καὶ τῷ μεγάλῳ Πέτρῳ ὡς περὶ ἀνθρώπου λαλησάσης τῆς θυρωροῦ, καὶ οὕτως ἀποκρινομένῳ, συνέγνω κλαύ σαντι ὁ Κύριος. Ὅτε δὲ πεσόντες ἐπιπεπτώκασι, καὶ πλέον ἐμάνησαν, ὥστε τὰ τοῦ Θεοῦ ἔργα λέγειν εἶναι τοῦ Βεελζεβοὺλ, οὐκέτι λοιπὸν αὐτοὺς ἤνεγκεν· εἰς γὰρ τὸ Πνεῦμα αὐτοῦ ἐβλασφήμουν, λέγοντες τὸν ταῦτα ποιοῦντα μὴ εἶναι Θεὸν, ἀλλὰ Βεελζεβούλ. Καὶ διὰ τοῦτο, ὡς ἀφόρητα τολμῶντας, αἰωνίως ἐτιμω ρήσατο. Ἴσον γὰρ ἦν αὐτοὺς τολμᾷν καὶ εἰπεῖν, 26.661 ὁρῶντας τὴν τοῦ κόσμου τάξιν, καὶ τὴν εἰς αὐτὸν πρόνοιαν, ὅτι καὶ ἡ κτίσις ὑπὸ τοῦ Βεελζεβοὺλ γέ γονε· καὶ ὁ ἥλιος ὑπακούων τῷ διαβόλῳ ἀνατέλλει, καὶ δι' αὐτὸν περιπολεῖ τὰ ἄστρα ἐν τῷ οὐρανῷ. Καὶ γὰρ ὥσπερ ταῦτα τοῦ Θεοῦ, οὕτω κἀκεῖνα τοῦ Πατρὸς ἦν ἔργα· καὶ εἰ ἐκεῖνα τοῦ Βεελζεβοὺλ, ἐξ ἀνάγ κης καὶ ταῦτα τοῦ Βεελζεβούλ. Καὶ ποῦ λοιπὸν αὐτοῖς τό· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν;» Ἀλλ' οὐδὲν ξένον τῆς τοιαύτης αὐτῶν μανίας· ἐπεὶ καὶ οἱ τῆς τοιαύτης αὐτὸν γνώμης πατέρες, ἐν τῇ ἐρήμῳ πρὸ ὀλίγου ἐξελθόντες ἀπὸ τῆς Αἰγύπτου, μόσχον πλάσαντες, αὐτῷ τὰς εἰς αὐτοὺς εὐεργεσίας παρὰ Θεοῦ γενομένας ἀνατιθέντες, ἔλεγον· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.» ∆ιὰ γοῦν ταύτην τὴν βλασφημίαν καὶ τότε τῶν τοιαῦτα τολμησάντων τὴν μὲν ἀρχὴν οὐκ ὀλίγοι, πολλοὶ δὲ ἀνῃρέθησαν· ἐπηγγείλατο δὲ ὁ Θεὸς λέγων· «Ἧ δ' ἂν ἡμέρᾳ ἐπισκέψωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.» Καὶ γὰρ ἕως μὲν κἀκεῖνοι δι' ἄρτους καὶ ὕδωρ ἐγόγγυζον, ἐπὶ τοσοῦτον αὐτοὺς οὕτως ἔφερεν, ὡς εἴ τις τροφὸς τροφοφορήσειε τὸν ἑαυτῆς υἱόν· ὅτε δὲ πλέον ἐμάνη σαν, καὶ ὡς ψάλλει κατ' αὐτῶν τὸ Πνεῦμα· «Ἠλλά ξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον·» τὸ τηνικαῦτα λοιπὸν ἀσύγγνωστα τολμήσαντες, ἐπατάχθησαν,

4