In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τυγχάνει ὤν. Ἀλλ' οὔτε τούτοις ἐπίστευον οἱ Φαρισαῖοι, οὔτε ἂ ἐποίουν τούτων οἱ υἱοὶ, βλέπειν ἐβούλοντο· ὅθεν ἠρέμα πάλιν αὐτοὺς ὁ Κύριος ἐλέγχει λέγων· «Εἰ ἐν Βεελ ζεβοὺλ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; ∆ιὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσον ται· εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμό νια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ ὧδε δὲ «ἐν Πνεύματι Θεοῦ» ἔλεγεν, οὐχ ὡς ἐλάττων ὢν τοῦ Πνεύματος, οὐδὲ ὡς τοῦ Πνεύματος αὐτὰ ἐνεργοῦντος ἐν αὐτῷ, ἀλλ' ἵνα πάλιν δη λώσῃ, ὅτι αὐτὸς, Λόγος ὢν τοῦ Θεοῦ, αὐτὸς διὰ τοῦ Πνεύματος ἐνεργεῖ τὰ πάντα, καὶ διδάξῃ τοὺς ἀκούοντας, ὅτι ὅσῳ τὰ τοῦ Πνεύματος ἔργα τῷ Βεελ ζεβοὺλ ἀνατιθέασι, τοσούτῳ τὸν χορηγοῦντα τὸ Πνεῦμα δυσφημοῦσι· καὶ γὰρ καὶ τοῦτο λέγων, δεί κνυσιν, ὅτι μὴ ἀγνοοῦντες, ἀλλ' ἑκόντες εἰς τὴν τοι αύτην ἀναπόδραστον βλασφημίαν ἑαυτοὺς περιπείρουσι. Καὶ οὐκ αἰσχύνονται· καίτοι γινώσκοντες τὰ τοιαῦτα ἔργα ὄντα τοῦ Θεοῦ, ὅτι τῷ Βεελζεβοὺλ πνεύματος ἔλεγον γίνεσθαι ταῦτα. 26.672 Πῶς οὖν, ταῦτα τολμῶντες, ἔτι δύνανται τοὺς Ἕλληνας αἰτιᾶσθαι, πλάττοντας εἴδωλα, καὶ θεοὺς ὀνομάζοντας αὐτά; Ὅμοια γὰρ καὶ τὰ αὐτῶν τῆς ἐκείνων μανίας· ἢ τάχα καὶ μείζονα τὰ τούτων τολμήματα τυγχάνει ὄντα· ὅτι, καίπερ νόμον περὶ τούτου λαβόντες, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἠτίμασαν. Τί δὲ τοιαῦτα βλασφημοῦντες ποιήσουσιν, ὅταν ἀναγινώσκωσι τὸν προφήτην Ἡσαΐαν, καὶ ἀκούσωσι, τὰ σημεῖα τῆς τοῦ Χριστοῦ παρου σίας εἶναι τυφλῶν ἀνάβλεψιν, χωλῶν περίπατον, ἀλάλων λαλιὰν, νεκρῶν ἀνάστασιν, λεπρῶν θερα πείαν, καὶ κωφῶν ἀκοῆς ἄνοιξιν; ἄρα γὰρ καὶ τούτων τίνα θελήσουσιν εἶναι τὸν ποιητήν; Τὸν μὲν γὰρ Θεὸν λέγοντες, ἑαυτοὺς διελέγξουσιν ἀσεβήσαν τας εἰς τὸν Κύριον· ἃ γὰρ ὁ προφήτης προβλέ πων εἴρηκε, ταῦτα παρὼν αὐτὸς ὁ Κύριος πε ποίηκεν· ἐὰν δὲ, ὡς προπετείᾳ προληφθέντες, τολ μήσωσιν εἰπεῖν κἀκεῖνα ἐν τῷ Βεελζεβοὺλ γίνε σθαι, φοβοῦμαι μὴ, κατ' ὀλίγον ἐν ἀσεβείᾳ προκόπτοντες, καὶ ἀναγινώσκοντες· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; Καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν;» καὶ τὰ ὅμοια τούτοις, μανέντες πάλιν εἴπωσι τοῦ Βεελζεβοὺλ εἶναι καὶ ταύτας τὰς φωνάς. Ὧ γὰρ τὴν τοῦ ἀναβλέπειν χάριν διδόασι, τούτῳ καὶ τὴν τοῦ μὴ βλέπειν αἰ τίαν αὐτοὺς ἀνάγκη διδόναι· ἀμφότερα γὰρ τὸν αὐτὸν ποιεῖν εἴρηκεν ὁ Λόγος. Πάντως δὲ τοῦτο λέγον τες, φρονήσουσί ποτε καὶ δημιουργὸν εἶναι τὸν Βεελ ζεβοὺλ τῆς ἀνθρωπίνης φύσεως· τοῦ γὰρ ποιοῦν τός ἐστιν ἔχειν καὶ τὴν τῶν γινομένων ἐξουσίαν. Τοῦ γὰρ Μωϋσέως εἰρηκότος· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» καὶ, «ἐν εἰκόνι Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·» καὶ ∆ανιὴλ παῤ ῥησιάζεται τῷ ∆αρείῳ λέγων· «Οὐ σέβομαι εἴ δωλα χειροποίητα, ἀλλὰ ζῶντα Θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·» εἰ μὴ ἄρα πάλιν μεταβαλλόμενοι λέγοιεν τὸ μὲν μὴ βλέπειν καὶ χωλεύειν, καὶ τὰ ἄλλα πάθη ἐξ ἐπιτιμίας τοῦ δημιουργοῦ γίνεσθαι· τὴν δὲ λύσιν τούτων καὶ τὴν εἰς τοὺς πάσχοντας εὐεργεσίαν τὸν Βεελζεβοὺλ ἐργάζεσθαι. Ἀλλὰ τοῦτο κἂν ἐξετάζειν, λίαν εὔηθές ἐστι. Μαινομένων γὰρ καὶ πλέον παρεξεστηκότων ἐστὶν ἡ τοιαύτη μετὰ ἀσεβείας μωρολογία· ὅτι μηδὲ τὰ κρείττονα κατὰ σύγκρισιν τῷ Θεῷ, ἀλλὰ τῷ Βεελζεβοὺλ διδόασιν οἱ παράφρονες. Καὶ γὰρ οὐ μέλει τούτοις λυμαίνεσθαι τῶν θείων Γραφῶν τὰ δόγματα, ἵνα μόνον ἀρνήσωνται τὴν τοῦ Χριστοῦ παρουσίαν. 26.673 Ἔδει δὲ τοὺς πονηροὺς ἢ μηδὲ ἐκ τῶν σωμα τικῶν ἐξουθενεῖν αὐτοὺς ὡς ἄνθρωπον τὸν Κύ ριον, ἢ δηλονότι καὶ ἐκ τῶν ἔργων Θεὸν αὐτὸν ὁμολογεῖν ἀληθινόν. Ἀλλὰ πάντα διεστραμμένως ἔπρατ τον· ἄνθρωπον μὲν βλέποντες, ὡς ἀνθρώπῳ ἐλοιδο ροῦντο· ἔργα δὲ θεϊκὰ θεωροῦντες, ἠρνοῦντο τὴν θεότητα, καὶ

7