1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

ΚΕΦΑΛ. ΙΖʹ. Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.

ΚΕΦΑΛ. ΙΗʹ. Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ' ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προσευχῆς φιλοσόφει.

ΚΕΦΑΛ. ΙΘʹ. Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν

κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις. ΚΕΦΑΛ. Κʹ. Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν, εἰ δὲ μήγε,

εἰς μάτην τρέχεις. ΕΦΑΛ. ΚΑʹ. Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ

ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς.

ΚΕΦΑΛ. ΚΒʹ. Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν.

ΚΕΦΑΛ. ΚΓʹ. Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προσεύξῃ. ΚΕΦΑΛ. Κ∆ʹ. Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσει πράγματα,

ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν.

ΚΕΦΑΛ. ΚΕʹ. Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου.

ΚΕΦΑΛ. Κςʹ. Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ.

ΚΕΦΑΛ. ΚΖʹ. Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος 79.1173 ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς.

ΚΕΦΑΛ. ΚΗʹ. Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου.

ΚΕΦΑΛ. ΚΘʹ. Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα.

ΚΕΦΑΛ. Λʹ. Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται.

ΚΕΦΑΛ. ΛΑʹ. Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.

ΚΕΦΑΛ. ΛΒʹ. Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον.