4
ΚΕΦΑΛ. ΑΙʹ. Τί ἄλλο ἀγαθὸν, ἀλλ' ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν.
ΚΕΦΑΛ. Λ∆ʹ. Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι; ΚΕΦΑΛ. ΛΕʹ. Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν. 79.1176
ΚΕΦΑΛ. Λςʹ. Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς.
ΚΕΦΑΛ. ΛΖʹ. Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως.
ΚΕΦΑΛ. ΛΗʹ. Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι.
ΚΕΦΑΛ. ΛΘʹ. ∆ίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον.
ΚΕΦΑΛ. Μʹ. Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς.
ΚΕΦΑΛ. ΜΑʹ. Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι.
ΚΕΦΑΛ. ΜΒʹ. Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ' εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων.
ΚΕΦΑΛ. ΜΓʹ. Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ' ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων.
ΚΕΦΑΛ. Μ∆ʹ. Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς.
ΚΕΦΑΛ. ΜΕʹ. Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόσωπον λελυπηκότος.
ΚΕΦΑΛ. Μςʹ. Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ.
ΚΕΦΑΛ. ΜΖʹ. Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν, μι79.1177 κρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει τὸν νοῦν.
ΚΕΦΑΛ. ΜΗʹ. Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν· μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος.