1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

ἐνεργουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν.

ΚΕΦΑΛ. Οςʹ. Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέγονται τῶν ἁγίων, ἃς εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπιφέρονται.

ΚΕΦΑΛ. ΟΖʹ. Φιάλην δὲ ὑποληπτέον τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσευχὴ ἐνεργεῖται ἐν Πνεύματι καὶ ἀληθείᾳ.

ΚΕΦΑΛ. ΟΗʹ. Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι' ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας Θεοῦ, ὀφείλων εἶναι ἐν αὐτῷ διὰ παντὸς, καὶ θερμότερον δακρύσεις.

ΚΕΦΑΛ. ΟΘʹ. Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθήσεις, ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαΐαν, ὡς ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τοὐναντίον τολμᾷς Κυρίῳ Σαβαὼθ παρεστάναι.

ΚΕΦΑΛ. Πʹ. Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις, καὶ ἄγγελοι συνελεύσονταί σοι καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσι. 79.1185

ΚΕΦΑΛ. ΠΑʹ. Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν, καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν· ἐὰν οὖν ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν Θεόν· ἀλλὰ καταφρονοῦντες τῆς αὐτῶν λειτουργίας, καὶ τὸν τούτων Θεὸν, καὶ ∆εσπότην καταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνομεν.

ΚΕΦΑΛ. ΠΒʹ. Προσεύχου ἐπιεικῶς, καὶ ἀταράχως, καὶ ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος.

ΚΕΦΑΛ. ΠΓʹ. Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται. Ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν.

ΚΕΦΑΛ. Π∆ʹ. Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια, τῇ ἀξίᾳ τοῦ νοῦ ἤτοι κρείττων, καὶ εἰλικρινὴς κρίσις αὐτοῦ.

ΚΕΦΑΛ. ΠΕʹ. Ἡ μὲν ψαλμῳδία τύπος τῆς ποικίλης σοφίας ἐστὶν, ἡ δὲ προσευχὴ, προοίμιόν ἐστι τῆς ἀΰλου, καὶ ποικίλης γνώσεως.

ΚΕΦΑΛ. Πςʹ. Ἡ γνῶσις, καλλίστη ὑπάρχει, συνεργὸς γάρ ἐστι τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως.

ΚΕΦΑΛ. ΠΖʹ. Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμωδίας, ἐφέδρευσον, καὶ λήψῃ.

ΚΕΦΑΛ. ΠΗʹ. Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· οὐκοῦν μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει ὡς μὴ λαβών· λήψῃ γὰρ ὕστερον· καὶ ἐπήγαγε τῇ παραβολῇ, τό· «Εἰ γὰρ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους παρέχειν μοι τὴν γυναῖκα, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς·» οὕτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προσευχῇ.

ΚΕΦΑΛ. ΠΘʹ. Μὴ θελήσῃς ὥς σοι δοκεῖ, ἀλλ' ὡς Θεῷ ἀρέσκει τὰ κατὰ σὲ γενέσθαι, καὶ ἔσῃ ἀτάραχος, καὶ εὐχάριστος ἐν προσευχῇ σου. 79.1188

ΚΕΦΑΛ. ʹ. Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τῆς πορνείας δαίμονα. Λίαν γάρ ἐστιν ἀπατεὼν, καὶ φθονερώτατος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως καὶ νήψεως τοῦ νοός σου, καὶ ἀπὸ Θεοῦ ἀποσπᾷν αὐτὸν παρεστῶτα αὐτῷ μετ' εὐλαβείας, καὶ φόβου.