1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

ΚΕΦΑΛ. ΡΛΘʹ. Νύκτωρ μὲν ταράττειν δι' ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ δαίμονες. Καὶ μεθ' ἡμέραν δι' ἀνθρώπων περιστάσεσι, καὶ συκοφαντίαις, καὶ κινδύνοις τοῦτον περιβάλλουσι. 79.1197

ΚΕΦΑΛ. ΡΜʹ. Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες, καὶ τείνοντες ξαίνουσι, ἀλλά γε διὰ τούτων λαμπρὰ ἡ αἴσθησίς σου γίνεται.

ΚΕΦΑΛ. ΡΜΑʹ. Ἐφ' ὅσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλ' ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ, καὶ τῇ ἀληθείᾳ, οὐχ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου.

ΚΕΦΑΛ. ΡΜΒʹ. Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα, ἔχε ἐν οὐρανοῖς διὰ παντὸς, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ.

ΚΕΦΑΛ. ΡΜΓʹ. Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ Κριτοῦ, ὡς φοβερὸς, καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. Ἴσθι γὰρ, ὅτι κἀν ταῖς πνευματικαῖς ἀνέσεσι, καὶ εὐωχίαις μᾶλλον μετ' εὐλαβείας καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ.

ΚΕΦΑΛ. ΡΜ∆ʹ. Ἐπιγνώμων ἀνὴρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δίκης, τῆς τούτων εἰσπράξεως.

ΚΕΦΑΛ. ΡΜΕʹ. Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων, ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον, ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τὸ γυμνῇ, καὶ ἀκαλύπτῳ κεφαλῇ προσεύχεσθαι. «Ὀφείλει γὰρ, φησὶν, ἡ τοιαύτη κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν, διὰ τοὺς ἐφεστῶτας ἀγγέλους,» αἰδὼ, καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη.

ΚΕΦΑΛ. ΡΜς. Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ, καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατάληπτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ τὸν ἐμπαθῆ, καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύματι, καὶ ἀληθείᾳ φοβερᾶς, καὶ ὑπερφυοῦς προσευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν καθ' ἑαυτοῦ ἐγείρει τὸ Θεῖον.

ΚΕΦΑΛ. ΡΜΖʹ. Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον οὐκ ἐδέξατο, ὁ ἀνενδεὴς, καὶ ἀδέκαστος ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ Θεῷ θυμίαμα ἐν τῷ νοητῷ θυσιαστηρίῳ. 79.1200

ΚΕΦΑΛ. ΡΜΗʹ. Μὴ ἔσο λογοχαρὴς, μηδὲ δοξοχαρὴς, εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ' ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ, καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ' αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις.

ΚΕΦΑΛ. ΡΜΘʹ. Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· προσευχὴ γὰρ προσοχῇ εἰ καὶ ἄλλο ἔπεται, ἐφ' ἣν σπουδαστέον.

ΚΕΦΑΛ. ΡΝʹ. Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, προσευχὴ θειοτέρα.

ΚΕΦΑΛ. ΡΝΑʹ. Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ' ἡ ποιότης, καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερὸν, καὶ τὸ, «Ὑμεῖς προσευχόμενοι, μὴ βαττολογήσητε·» καὶ τὰ ἑξῆς.

ΚΕΦΑΛ. ΡΝΒʹ. Ἐφ' ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνὰ, οὐδέπω τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλὰ μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει.