1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

ΚΕΦΑΛ. Ρ∆ʹ. Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε, ὡς, εἰ μὴ ἀφήσῃς τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· παρέδωκε γὰρ, φησὶν, αὐτὸν τοῖς βασανισταῖς.

ΚΕΦΑΛ. ΡΕʹ. Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρὸς, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου.

ΚΕΦΑΛ. Ρςʹ. Ἦλθεν εἰς ἡμᾶς, ὥς τινι τῶν ἁγίων προσευχομένῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς, ὡς ἅμα τῷ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματίζεσθαι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψύαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ, καὶ μὴ ἀφίστασθαι πρὶν τὰς χεῖρας κατάξει. Τὸν δὲ μηδὲ πώποτε ὑποχαλάσαι ταύτας ἄχρις οὗ τὰς συνήθεις εὐχὰς ἐπλήρωσε. 79.1192

ΚΕΦΑΛ. ΡΖʹ. Τοιοῦτον ἔγνωμεν γεγονέναι, καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα Ἰωάννην τὸν Μικρὸν, ἤτοι ὑπερμεγέθη μοναχὸν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιχθέντος, καὶ μασσομένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου.

ΚΕΦΑΛ. ΡΗʹ. Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιωτῶν μοναχῶν, καθά φησιν, ὅτι Λαλοῦντος τοῦ ἀββᾶ λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι ὑπὸ τοὺς πόδας αὐτοῦ· ὁ δὲ ἀταράχως ποιήσας αὐτὰς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν, ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα.

ΚΕΦΑΛ. ΡΘʹ. Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δὲ οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν.

ΚΕΦΑΛ. ΡΙʹ. Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου καὶ ἀρνησάμενός σου τὴν σάρκα, καὶ τὴν ψυχὴν, κατὰ νοῦν ζῆθι.

ΦΑΛ. ΡΙΑʹ. Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας, τοῦτον ἐσφαίριζον, καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ, καὶ οὐδόλως ἴσχυσαν κατάγειν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προσευχῆς.

ΚΕΦΑΛ. ΡΙΒʹ. Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο, καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδόλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ. Ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος· «Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.»

ΚΕΦΑΛ. ΡΙΓʹ. Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προσευχῆς. ΚΕΦΑΛ. ΡΙ∆ʹ. Ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς, μὴ

ζήτει παντελῶς μορφὴν, ἢ σχῆμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ· ΚΕΦΑΛ. ΡΙΕʹ. Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενιτικὸς γένῃ, λύκον ἀντὶ 79.1193 ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαίμοσιν.

ΚΕΦΑΛ. ΡΙςʹ. Ἀρχὴ πλάνης, νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς, ἐν σχήματι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ Θεῖον.

ΚΕΦΑΛ. ΡΙΖʹ. Ἐγὼ τὸ ἐμὸν, τοῦτο ἐρῶ ὃ καὶ νεωτέροις εἴρηκα· Μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο.

ΚΕΦΑΛ. ΡΙΗʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχόμενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβάνει.