6
ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνάζων.
ΚΕΦΑΛ. Ξ∆ʹ. Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι. 79.1181
ΚΕΦΑΛ. ΞΕʹ. Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ Θεὸς ἐγγίσας συμπορεύσηταί σοι.
ΚΕΦΑΛ. Ξςʹ. Μὴ σχηματίζῃς τὸ Θεῖον ἐν ἑαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν· ἀλλ' ἄϋλος τῷ ἀΰλῳ πρόσιθι, καὶ συνίσεις.
ΚΕΦΑΛ. ΞΖʹ. Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. Γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς, καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν ξένην, καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησιν ἀπαγαγεῖν σε τοπάζοντα τὸ Θεῖον ἐκεῖ. ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι, ποσὸν τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ Θεῖον, καὶ ἀσχημάτιστον.
ΚΕΦΑΛ. ΞΗʹ. Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώματος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν· ὁ δὲ ἔχων ἔθος ἐν νοήμασιν, εὐχερῶς κάμπτεται, καὶ πρὸς ἄϋλον, καὶ ἀνείδεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς κατέχων.
ΚΕΦΑΛ. ΞΘʹ. Στῆθι ἐπὶ τῆς φυλακῆς σου φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς, στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ, καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον
ΚΕΦΑΛ. Οʹ. Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονούμενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων. ΚΕΦΑΛ. ΟΛʹ. Οὐ δύναται δεδεμένος δραμεῖν, οὐδὲ νοῦς πάθεσι δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκεται γὰρ, καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, καὶ οὐχ ἵσταται ἀκλόνητος.
ΚΕΦΑΛ. ΟΒʹ. Ἐπὰν καθαρῶς λοιπὸν, ἀπλανῶς καὶ ἀληθῶς προσεύχηται ὁ νοῦς τὸ τηνικαῦτα. οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ὑπέρχονται οἱ δαίμονες, ἀλλ' ἐκ τῶν δεξιῶν· ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τελείως τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ, ἔφρασε θαυμαστὸς καὶ γνωστικὸς ἀνὴρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι, καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου, τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου, καὶ φλεψὶ πάλλοντος. 79.1184
ΚΕΦΑΛ. ΟΓʹ. Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται, καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος, εἰς λογισμὸν μορφοῦντα τὸν νοῦν κοῦφον γνωμόνως πρὸς τὸν ἀναπλασμὸν τῆς θείας καὶ οὐσιώδους γνώσεως, μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστηκὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν ἑαυτῷ, ὅθεν ὑποπτεύει θεῖαν εἶναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος, καὶ μορφοῦντος αὐτὸν, καθῶς προέφαμεν.
ΚΕΦΑΛ. Ο∆ʹ. Ὁ τοῦ Θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν.
ΚΕΦΑΛ. ΟΕʹ. Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγγελον θυμίαμα ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην διὰ τοῦ ἀγγέλου