1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

5

ὀπάζειν. Ὄφρα δὲ μὴ πελάουσα Θεῷ κτίσις ἀντιθέοιο Κύδεος ἱμείρουσα, φάος καὶ κῦδος ὀλέσσῃ (Μέτρα φέρειν γὰρ ἄριστον, ἀμετρίη δὲ κάκιστον), Τοὔνεκεν ἐσσομένοισι φίλα φρονέων Λόγος αἰπὺς Τῆλε βάλε Τριάδος μὲν ὅσον φάος ἀμφιθόωκον, Ἀγγελικῶν τε χορῶν βροτέην φύσιν, ἀγγελικὴν μὲν 423 Οὐ μάλα πολλὸν ἄνευθε παραστάτιν, ἡμετέρην δὲ Καὶ μάλα πολλὸν ἄνευθεν, ἐπεὶ χθονὸς ἐκγενόμεσθα Μιχθείσης Θεότητι· ἁπλῆ δέ τε φύσις ἀρείων. Κόσμων δ' ὃς μὲν ἔην προγενέστερος οὐρανὸς ἄλλος, Θειοφόρων χώρημα, μόνοις τε νόεσσι θεητὸν, Παμφαὲς, εἰς ὃν ἔπειτα Θεοῦ βροτὸς ἔνθεν ὁδεύει, Εὖτε Θεὸς τελέθῃσι, νόον καὶ σάρκα καθήρας· Αὐτὰρ ὅ γε θνητοῖσι πάγη θνατὸς, ἡνίκ' ἔμελλε Στήσεσθαι φαέων τε χάρις κῆρύξ τε Θεοῖο, Κάλλεΐ τε μεγέθει τε, καὶ εἰκόνος ἐμβασίλευμα· Πρῶτος δ' ὑστάτιός τε Θεοῦ μεγάλοιο λόγοισι. 424 Εʹ. Περὶ Προνοίας. Ὧδε μὲν εὐρυθέμεθλον ἐπήξατο κόσμον ἄπειρον Νοῦς μέγας, ἐντὸς ἅπαντα φέρων, καὶ παντὸς ὕπερθεν Αὐτὸς ἐών· τί δὲ μῆχος ἀχωρήτοιο λαβέσθαι; Αὐτὰρ ἐπεί μιν ἔτευξεν, ἄγει πρώτης ὑπὸ ῥιπῆς, Πληγῆς ὡς ὕπο ῥόμβον ἐπειγόμενον στροφάλιγξι, Κιννύμενον μεγάλοισιν ἀκινήτοισι λόγοισιν. Οὔτε γὰρ αὐτομάτη φύσις κόσμοιο τοσούτου Καὶ τοίου, τῷ μηδὲν ὁμοίϊον ἔστι νοῆσαι· Μὴ τόσον αὐτομάτοισιν ἐπιτρέψητε λόγοισι. Τίς δὲ δόμον ποτ' ὄπωπεν, ὃν οὐ χέρες ἐξετέλεσσαν; 425 Τίς ναῦν, ἢ θοὸν ἅρμα; τίς ἀσπίδα καὶ τρυφάλειαν; Οὔτ' ἂν τόσσον ἔμεινεν ἐπὶ χρόνον, εἴπερ ἄναρχος, Καὶ χορὸς ἂν λήξειεν ἀνηγεμόνευτος ἔμοιγε. Οὔτ' ἄλλον τιν' ἐοικὸς ἔχειν σημάντορα παντὸς, Ἠὲ τὸν ὅς μιν ἔτευξεν. Ὁδ' ἀστέρας ἡγεμονῆας Ἡμετέρης γενεῆς τε βίου θ' ἅμα παντὸς ὀπάζων, Αὐτοῖς δ' ἄστρασιν εἰπὲ τίν' οὐρανὸν ἄλλον ἑλίξεις; Καὶ τῷ δ' αὖ πάλιν ἄλλον, ἀεί τ' ἐπ' ἄγουσιν ἄγοντας; Εἷς βασιλεὺς πλεόνεσσι συνάστερος, ὧν ὁ μὲν ἐσθλὸς, Ὃς δὲ κακὸς, ῥητήρ τις, ὁ δ' ἔμπορος, ὃς δ' ἄρ' ἀλήτης, Τὸν δὲ φέρει θρόνος αἰπὺς ὑπέρφρονα. Ἐν δέ τε πόντῳ Καὶ πολέμῳ πλεόνεσσιν ὁμὸς μόρος ἀλλογενέθλοις. Ἀστέρες, οὓς συνέδησαν, ὁμὸν τέλος οὐ συνέδησε. 426 Κείνους δ' οὓς ἐκέασσαν, ὁμὴ συνέδησε τελευτή. Εἰ μὲν δὴ καθ' ἕκαστον ἔχει πρώτη τις ἀνάγκη, Μῦθος ὅδ'· εἰ δ' ἄρα τῆς κρατέει ξυνή τις ἀρείων, Τείρεα τείρεσίν ἐστιν ἐναντία. Τίς δ' ἄρ' ὁ μίξας; Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν. Εἰ δὲ Θεὸς, πῶς πρῶτον, ὅ μοι Θεὸς ἐξετίναξεν; Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ' ἄστρασι σοῖσιν ἑλίξῃς. Εἰ δ' οὔ τις κρατέων, πῶς στήσεται; Οὐ γὰρ ὄπωπα. Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν. Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες. Αὐτὰρ ἐγὼ τόδε οἶδα, Θεὸς τάδε πάντα κυβερνᾷ, Νωμῶν ἔνθα καὶ ἔνθα Θεοῦ Λόγος ὅσσα θ' ὕπερθεν, Ὅσσα τ' ἔνερθεν ἔθηκε νοήμασι· τοῖς μὲν ἔδωκεν 427 Ἁρμονίην τε δρόμον τε διαρκέα ἔμπεδον αἰεὶ, Τοῖς δὲ βίον στρεπτόν τε, καὶ εἴδεα πολλὰ φέροντα· Ὧν τὸ μὲν ἡμῖν ἔφηνε, τὸδ' ἐν κευθμῶσι φυλάσσει Ἧς σοφίης, θνητοῦ δ' ἐθέλει κενὸν εὖχος ἐλέγχειν. Καὶ τὰ μὲν ἐνθάδ' ἔθηκε, τὰ δ' ἤμασιν ὑστατίοισιν Ἀντήσει. Κείρει δὲ γεημόρος ὥρια πάντα, Ὡς καὶ Χριστὸς ἄριστος ἐμοῦ βιότοιο δικαστής. Οὗτος ἐμὸς λόγος ἐστὶν ἀνάστερος, αὐτοκέλευθος. Ὡροθέτας δὲ σύ μοι καὶ λεπταλέας ἀγόρευε Μοίρας, ζωοφόρους τε κύκλους καὶ μέτρα πορείης· Λῦε δέ μοι ζωῆς τε νόμους, καὶ τάρβος ἀλιτροῖς, Ἐλπωρήν τ' ἀγαθοῖσιν ἐς ὕστερον ἀντιόωσαν. 428 Εἰ γὰρ κύκλος ἅπαντα φέρει, κείνου περιωγῇ Ῥοιζοῦμαι, τὸ θέλειν δὲ καὶ αὐτόγε κύκλος ἐποίσει, Οὐδέ τίς ἐστιν ἔμοιγε ῥοπὴ πρὸς κρεῖσσον ἄγουσα, Βουλῆς ἠδὲ νόοιο, πόλος δέ με τῇδε κυλίνδει. Σιγάσθω Χριστοῖο μέγα κλέος ἄγγελος ἀστὴρ Ἀντολίηθε Μάγοισιν ἐπὶ πτόλιν ἡγεμονεύσας, Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος ἄχρονος Υἱός. Οὐ γὰρ τῶν τις ἔην ὅσσων φραστῆρες ἔασσιν Ἀστρολόγοι, ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη, Ἑβραϊκῇσι βίβλοισιν ὁρώμενος, ὧν ἄπο παῖδες Χαλδαίων προμαθόντες, ὅσοις βίος ἀστροπολεύειν, Μοῦνον ἀπὸ πλεόνων