1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

12

διδούς τι τῶν ἐμῶν, τὸ δ' οὐκέτι, Τὴν σάρκα κιρνῶν, τὸν δὲ νοῦν ἀποξέων, Ὥσπερ δεδοικὼς τοῦτο, μὴ συνθῇς ὅλος; Πῶς οὖν δύω τέλεια χωρήσει τὸ ἕν; Ἢ καὶ ῥαγῆναι τὴν δορὰν δεδοίκαμεν; Ὦ τῆς ἀνοίας! νοῦν δὲ καὶ λόγον μία Ψυχὴ δέδεκται· ποῦ δ' ὅλως σοι καὶ μέγα Νοῦς, τοῦ Θεοῦ παρόντος; Εἰ δ' ἡ σὰρξ ἄνους Ἐξηπάτημαι. ∆έρμ' ἐμόν· ψυχὴ τίνος; Τίς ἡ Θεοῦ γέννησις ἐκ τῆς Παρθένου; 469 Πῶς εἰς ἒν ἦλθε τῶν διεστώτων φύσις; Ἄῤῥητόν ἐστιν, ὡς δ' ἔμοιγε φαίνεται, Μικρῷ λόγῳ μετροῦντι τὰ κρείσσω λόγου. Τὸ Πνεῦμ' ἐπῆλθε παρθένῳ καθάρσιον, Λόγος δ' ἑαυτῷ πήγνυτ' ἔνδοθι βροτὸν, Ὅλου βροτοῦ θανόντος ἀντάλλαγμ ὅλον. Ἐπεὶ δ' ἄμικτός ἐστι σαρκίῳ Θεὸς, Ψυχὴ δὲ καὶ νοῦς οἷον ἐν μεταιχμίῳ, Σαρκὸς μὲν, ὡς σύνοικος, ὡς δ' εἰκὼν, Θεοῦ· Τῷ συγγενεῖ μιγεῖσα ἡ Θεοῦ φύσις, Ἐκεῖθεν ἔσχε καὶ πάχους κοινωνίαν. Οὕτω τὸ θεῶσαν καὶ θεωθὲν εἷς Θεός. Τί οὖν πέπονθεν ἀμφότερ'; ὡς ἐμὸς λόγος, Τὸ μὲν κερασθὲν τῷ πάχει, τὸ δ' ὡς πάχος 470 Ἐμῶν μετασχὸν, πλὴν παθῶν ἁμαρτίας. Ζητῶ τὸ αἷμα τῷ προσεῤῥύη Θεοῦ; Εἰ μὲν πονηρῷ· φεῦ, τὸ Χριστοῦ τῷ κακῷ· Εἰ τῷ Θεῷ δέ· πῶς, ἑτέρῳ κρατουμένων Ἡμῶν; ἐπεὶ κρατοῦντός ἐστ' ἀεὶ λύτρον. Ἦ τοῦτ' ἀληθὲς, αὐτὸν προσφέρειν Θεῷ, Ἵν' αὐτὸς ἡμᾶς τοῦ κρατοῦντος ἁρπάσῃ, Λάβῃ τε ἀντάλλαγμα τοῦ πεπτωκότος Τὸν Χριστόν· ὁ χρίσας γὰρ οὐχ ἁλώσιμος. Οὕτω φρονοῦμεν. Τοὺς τύπους δ' αἰδούμεθα. Ἔχεις τὰ τῇδε· προσκύνει τὴν Τριάδα. ΙΑʹ. Περὶ Ἐνανθρωπήσεως. Νήπιος, ὅστις ἄνακτα Θεοῦ Λόγον αἰὲν ἐόντα Οὐ σέβετ' ἰσοθέως Πατρὸς ἐπουρανίου. 471 Νήπιος, ὅστις ἄνακτα Λόγον βροτὸν ἔνθα φανέντα Οὐ σέβετ' ἰσοθέως οὐρανίοιο Λόγου. Τέμνει δ' ἢ μεγάλοιο Πατρὸς Λόγον, ἠὲ Λόγοιο Μορφὴν ἀνδρομέην, καὶ πάχος ἡμέτερον. Ἦν Θεὸς, ἀλλ' ἐπάγη Πατρὸς Λόγος ἡμέτερος φὼς, Ὥς κε Θεὸν μίξῃ, μικτὸς ἐὼν χθονίοις. Εἷς Θεὸς ἀμφοτέρωθε· τόσον βροτὸς, ὅσσον ἔμ' ἔρδειν Ἀντὶ βροτοῖο Θεόν. Ἵλαθι, τρωτὸς ἄνω. Τόσσον ἔχοις. Τί δ' ἔμοιγε νόον, καὶ μίξιν ἄφραστον; Ἀμφὶ Θεὸν, θνητοὶ, στέργετε μέτρα λόγου. Εἰ μὲν δὴ πεπίθοιμι, τὸ λώϊον. Εἰ δὲ μελαίνεις Τὸν χάρτην πολλαῖς χιλιάσιν ἐπέων, ∆εῦρ' ἄγε, πλαξὶ τεαῖς ὀλιγόστιχα ταῦτα χαράξω Γράμματ' ἐμῇ γραφίδι, ἣ μέλαν οὐδὲν ἔχει. 472 ΙΒʹ. Περὶ τῶν γνησίων βιβλίων τῆς θεοπνεύστου Γραφῆς. Θείοις ἐν λογίοισιν ἀεὶ γλώσσῃ τε νόῳ τε Στρωφᾶσθ'· ἢ γὰρ ἔδωκε Θεὸς καμάτων τόδ' ἄεθλον, Καί τι κρυπτὸν ἰδεῖν ὀλίγον φάος, ἢ τόδ' ἄριστον, Νύττεσθαι καθαροῖο Θεοῦ μεγάλῃσιν ἐφετμαῖς· Ἢ τρίτατον, χθονίων ἀπάγειν φρένα ταῖσδε μερίμναις. Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες), ∆έχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ', ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι Τῆς ἀρχαιοτέρης Ἑβραϊκῆς σοφίης. 473 Πρωτίστη, Γένεσις, εἶτ' Ἔξοδος, Λευιτικόν τε. Ἔπειτ' Ἀριθμοί. Εἶτα ∆εύτερος Νόμος. Ἔπειτ' Ἰησοῦς, καὶ Κριταί. Ῥοὺθ ὀγδόη. Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων, Καὶ Παραλειπόμεναι. Ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ' Ἰώβ· Ἔπειτα ∆αυΐδ· εἶτα τρεῖς Σολομωντίαι· Ἐκκλησιαστὴς, Ἄσμα καὶ Παροιμίαι. Καὶ πένθ' ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὠσηὲ κ' Ἀμὼς, καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ' Ἰωὴλ, εἶτ' Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας, Ἀγγαῖος, εἶτα Ζαχαρίας, Μαλαχίας. Μία μὲν οἵδε. ∆ευτέρα δ' Ἡσαΐας. 474 Ἔπειθ' ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ' Ἰεζεκιὴλ, καὶ ∆ανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ' ἀρίθμει καὶ νέου μυστηρίου. Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ· Μάρκος δ' Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· Πᾶσι δ' Ἰωάννης, κήρυξ μέγας, οὐρανοφοίτης. Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. ∆έκα δὲ Παύλου