15
Ναασσών Νασσὼν δ' αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ.Ὠβὴδ δ' Ἰεσσαί· τοῦ δ' ἐκ μέγας ἔπλετο ∆αυΐδ. ∆αυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ' Ἐλιακείμ.Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰού Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. Τοῦδε, Ἰωρείμ. Τοῦ δ' Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ Τοῦ δ' Ἤρ. Τοῦ δ' Ἐλμώδ. Τοῦ δ' αὖ πάϊς ἔπλετο Κωσάμ. Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ' ἄπο, Νηρί. Τοῦ δ' ἄπο, Σαλαθιὴλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν,Ἰούδας, Ὠσώκ, Σεμεεί τ' αὖ, Ματθίας τε, Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ' ἄπο Ναοὺμ, 487 Ἀμὼς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· Μελχὶ, καὶ Λευὶ, καὶ Ματθὰν, Ἡλεὶ, Ἰωσήφ. Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; Ἐξ Ἀβραὰμ μὲν μέχρι ∆αυῒδ, ὡς ἔφην. Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς Σπορὰν, τίθησι τοῦ γένους ἀνακτόρων. Εἰσὶν δ' ὅσοι τε καὶ τίνες, λελέξεται. ∆αυίδης, Σολομὼν, Ῥοβοὰμ, Ἀβίας τε, Ἀσά τε Τοῦ δ' Ἰωσαφὰτ ἔσκεν. Ὁ δ' ἕβδομος ἦεν ἸωράμὈζίας, ἠδ' Ἰωάθαμ, ἠδ' Ἄχαζ, Ἐζεκίας τε Καὶ Μανασῆ, καὶ Ἀμὼς, Ἰωσίας. Αὐτὰρ ἔπειταἸεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· Σαλαθιὴλ, Ζοροβάβελ, Ἀβιοὺδ, ἠδ' Ἐλιακεὶμ,Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ' Ἀχίν. Τοῦ δ' Ἐλιούδα. Τοῦδ' Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ.Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ. 488 ΙΘʹ. Μαθηταὶ τοῦ Χριστοῦ ΙΒʹ. ∆ώδεκα δ' αὖ Χριστοῖο Θεοῦ μεγάλοιο μαθηταί. Πέτρος τ' Ἀνδρείας τε, Ἰωάννης τ', Ἰάκωβος Πέμπτος δ' ἦε Φίλιππος· ὁ δ' ἕκτος, Βαρθολομαῖος, Ματθαῖος, Θωμᾶς τε, καὶ Ἀλφαίου Ἰάκωβος·Ἰούδας τε, Σίμων τε, καὶ οὐ φατὸς ἄλλος Ἰούδας. Κʹ. Τὰ τοῦ Χριστοῦ θαύματα κατὰ Ματθαῖον. Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ' ἔρεξε Χριστὸς ἄναξ βροτέῳ σώματι κιρνάμενος. Πρῶτον μὲν λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον, Εἶθ' ἑκατοντάρχου παιδὸς ἔπηξε μέλη. Τὸ τρίτον αὖ Πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί. Τέτρατον, οἶδμα μέγα εὔνασε καὶ ἀνέμους. 489 ∆αίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. Ἕκτον, ἑὴν κλίνην ᾖρε βαρὺς μέλεσιν. Ἕβδομον, ἁψαμένης πηγὴν σχέθεν αἱμοροούσης. Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος. Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ' ἐλαθέντος ∆αίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, Ὄσσε δὲ δαιμονίου κ' οὔατα, δωδέκατον. Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε, Κἀνδρῶν χιλιάδας πέντ' ἀπὸ πέντ' ἀκόλων. Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· Τοῖς δ' ὑπόειξε μέγας πόντος ὀρινόμενος. Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ' ἐδίωξε, Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ. Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ' ἀπὸ ἑπτὰ 490 Ἄρτων, χιλιάδες τέσσαρες, ἦν τε κόρος. Ἑπτὰ δὲ καὶ δέκατον, θείην ἠλλάξατο μορφὴν, Στράψας οἷσι φίλοις ἠελίοιο πλέον. Ὀκτωκαιδέκατον δὲ, σεληναίης ἀπὸ νούσου Ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον. Ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ Ἱεριχοῦς Τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος. Εἰκοστὸν δ' αὐγὰς πόρεν ὄμμασι, πηρά τ' ἔλυσε Γούνατα, ἐξ ἱεροῦ λύματα πάντ' ἐλάσας. Θαῦμα δὲ Βηθανίηθεν ἰὼν ποίησε μέγιστον, Ξηρὴν αἶψα συκῆν, ὥς μιν ἄκαρπον ἴδεν. Ἐκ δ' ἐχύθη σταυροῖο βαθὺ σκότος, οἰχομένοιο Φωτὸς, καὶ νηοῦ εὐρὺ πέτασμα ῥάγη. Γαῖα δὲ παλλομένη, γαίης ὕπερ ἔσχισε πέτρας, Καὶ νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι. 491 Αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξας, Αὖθις ἑοῖσι φίλοις ἐν Γαλιλαί' ἐφάνη. ΚΑʹ. Τὰ Χριστοῦ θαύματα κατὰ Μάρκον. Μάρκος δ' Αὐσονίοισι Θεοῦ τάδε θαύματ' ἔγραψε, Πέτρῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. ∆αίμων καὶ πυρετὸς, καὶ λέπρη, καὶ παράλυσις Εἶξε λόγῳ Χριστοῦ. Μετέπειτα δὲ χεὶρ ἐτανύσθη Ξηρή· καὶ