1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

ἀνέμων λῆξεν μένος ἠδὲ θαλάσσης. Καὶ λεγεὼν ὑπόειξε, καὶ αἱματόεσσαν ἔπαυσε Πηγὴν, καὶ θυγατρὶ ζωὴν πόρ' Ἰαείροιο. Πέντε δ' ἄρ' ἐξ ἄρτων πολλοὶ τράφεν. Ἔνθεν ἔδησε Πόντον ἐπιστείβων. Μετέπειτα δὲ, πνεῦμ' ἐδίωξε Φοινίσσης, Τυρίοισι τέρας καὶ Σιδονίοισι, 492 Κωφόν τ' οὐ λαλέον. Θρέψεν πάλιν ἕπτ' ἀκόλοισιν Ἀνδρῶν χιλιάδας· καὶ τυφλὸς ἴδεν φάος. Εἶτα Καὶ μορφῆς ἀπέπεμψε σέλας, καὶ δεσμὸν ἔλυσε Γλώσσης, πνεῦμ' ἐλάσας· Βαρτιμαῖός τε φάοσδε Τυφλὸς ἐξ Ἱεριχοῦντος ἐσέδρακεν. Ὡς δὲ ἄκαρπον Εὗρε συκῆν χατέων, νεκρὰν ἔθηκε λόγῳ. Τυφλοὺς δ' αὖ χωλούς τε ἰήσατο ἐγγύθι νηοῦ. ΚΒʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Λουκᾶν. Λουκᾶς δ' Ἑλλάδι σεπτὰ Θεοῦ τάδε θαύματ' ἔγραψε, Παύλῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. ∆αίμων καὶ πυρετὸς καὶ λέπρη καὶ παράλυσις Εἶξε λόγῳ· καὶ χεὶρ τείνατο καρφαλέη. Εἶθ' ἑκατοντάρχοιο λελυμένον ἥδρασε παῖδα· 493 Χήρῃ τ' ἐκ νεκύων ἐν Ναῒμ υἷα πόρε. Τὴν δὲ μύρῳ χρίσασαν ἁγνοὺς πόδας ἥγνισε μύθῳ. Καὶ στῆσεν ἀνέμους, καὶ λεγεῶνα μέγαν. Αἵματος ἔσχε ῥύσιν, καὶ Ἰαείροιο θύγατρα Ἤγαγεν ἐς ζωήν. Πέντε δ' ἄρ' ἐξ ἀκόλων Καὶ δύο ἰχθυδίων, ἐν ἐρήμῳ πέντε ποτ' ἀνδρῶν Θρέψεν χιλιάδας. Εἴδεος ἧκε σέλας. ∆αίμονα τηλυγέτοιο πικρὸν ἀποέργαθε παιδὸς, Καὶ τὸν ἐπὶ γλώσσης ἥμενον, ὣς δὲ πάλαι Ἑβραίην στυγερῇ νούσῳ κλίναντα γυναῖκα, Ναὶ μὴν καὶ ὑδέρου ὄγκον ἀπεσκέδασε. Καὶ λεπροὺς ἐκάθηρε δέκα, τῶν εἷς Σαμαρείτης. Τυφλῷ τ' ἐξ Ἱεριχοῦς φῶς πόρεν εἰνοδίῳ. Ὄσσα τ' ἀποψύχοντος ἴδον σημήϊα Χριστοῦ, 494 Ἠδ' ὡς ἐκ νεκύων οἷσι φίλοισι φάνη. ΚΓʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Ἰωάννην. Παῦρα δ' Ἰωάννου δῄεις ἱερῇ ἐνὶ βίβλῳ Θαύματα δὴ, πολλοὺς δὲ λόγους Χριστοῖο ἄνακτος. Ἦν γάμος, οἰνοχόοι δ' ἐκέρων ἐξ ὕδατος οἶνον. Εἶπε, καὶ υἱὸς ἄνουσος ἔην κάμνων βασιλίσκου. Εἶπε, λέχος δ' ἀνάειρεν, ὃς οὐ φύγε δεσμὰ λοετροῖς. Πέντε δ' ἔπειτ' ἄρτων τέλεσεν τέρας. Ἔνθεν ὅδευσεν Πόντον ὑπερζείοντα, καὶ ἐξεσάωσε μαθητάς. Τυφλὸν δ' ἐκ γενετῆς ἰήσατο, πηλὸν ἀλείψας. Τέτρατον ἦμαρ ἔην καὶ Λάζαρος ἔγρετο τύμβου. Αὐτὰρ ὁ καὶ νεκύεσσι θάνεν, καὶ ζῶσιν ἀναστὰς Χριστὸς ἄναξ ἀναφανδὸν ὁμίλεεν οἷς ἑτάροισι. 495 Κ∆ʹ. Τοῦ αὐτοῦ παραβολαὶ καὶ αἰνίγματα. Εἰ δ' ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων· Οἶκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος, Καὶ σπόρον, ὡς ἐπὶ γαῖαν ὁμοίϊος, ἦλθεν ἄνισος· Καὶ σπόρον, ᾧ καλῷ σπέρματα ἐχθρὰ μίγη· Καὶ δένδρον, ὀλίγον νάπυος σπόρον· εἶτ' ἐν ἀλεύρῳ Ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι Θησαυροῖο χάριν· καὶ μαργαρίτην πολύτιμον, Ἔμπορος ὃν πάντων ἐπρίατο κτεάνων· Καὶ νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν· Αἰρόμενόν τ' ὤμοις πλαζόμενον πρόβατον· Καὶ πικρῷ θεράποντι χρέους πέρι, πικρὸν ἄνακτα Καὶ πρώτοις πυμάτους μισθὸν ἔχοντας ἴσον· 496 Πεμπομένους θ' υἱῆας ἐς ἄμπελον οὐδὲν ὁμοίους, Καὶ τοὺς κληρονόμον ὠσαμένους θανάτῳ· Καὶ σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτήν· Ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας Καὶ κύριον δούλοισι νέμοντ' οὐκ ἶσα τάλαντα· Ἔμπαλιν αὖ προβάτοις ἱσταμένους ἐρίφους. ΚΕʹ. Παραβολαὶ Χριστοῦ κατὰ Μάρκον. Τόσσα Χριστὸς ἔρεξε μέγας, μύθους δ' ἀγόρευσε Παρβλήδην· ἐπὶ γαῖαν ἕνα σπόρον οὔτι ὅμοιον, Καὶ τὸν ζιζανίων σπέρματι συμφυέα, Καὶ νάπυ, κληρονόμον τε θανόνθ' ὑπὸ χερσὶν ἀθέσμοις. Μάρκος μὲν δὴ τοῖα, Πέτρου φυτόν· εὐρυχόρῳ δὲ 497 Ἑλλάδι Παύλοιο Λουκᾶς ἔγραψε τάδε· ∆αίμων, καὶ πυρετὸς, καὶ ἄγρη, λέπρα, λύσις τε.