18
λεύσσων, Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον· 503 Μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, Ἔνθα Λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς Μιγνύμενος κραδίαις θάρσος καὶ κῦδος ὀπάζει. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ' ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι, καὶ οὐ δοκέουσιν ἐπιστὰς Εὕροι μ' ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο Ὡς ἀγαθὸν θεράποντα, καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, φέριστον. Σχιζομένων τ' ἐρίφων καὶ ὀΐων, ἤματι πικρῷ, Ἀνδρῶν εὐσεβέων τε καὶ οὐχ ὁσίων ἑκάτερθεν, Στήσαις μή μ' ἐρίφοις ἐναρίθμιον, ἀλλ' ὀΐεσσι ∆εξιτερὴν παρὰ χεῖρα, μένοι τ' ἐνὶ χείροσι λαιή. Λύχνος δή τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι 504 Λυχνίης καθύπερθε. Καλὸν δέ τι καὶ θεὸν οἶον Ἴδμεναι, ὃς πάντεσσιν ἐπίσκοπον ὄμμα τίθησιν. Αἰεὶ δὲ στέργοιμι Θεὸν πλέον, εἴτε τι πικρὸν Εἴτ' ἀγαθὸν παρέχοι· πᾶν γὰρ καλόν. Εἰ δὲ τυπείην Ληϊσταῖς, μεγάλης κατιὼν ἀπὸ Χριστοπόληος, Μή με λίπῃς χείρεσσιν ὑπ' ἀνδροφόνοισι δαμῆναι. Εἰ δὲ πνεῦμ' ἐλάσεις ψυχῆς ἄπο, μηκέτ' ἀεργὸν Εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο. Μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον, ἀλλ' ἔτι καρπὸν Ἔλπεο, μηδὲ τέμῃς μιν, ἄναξ· κομέων δέ τ' ἐγείρειν. ∆ραχμήν τε, πρόβατόν τε, πάϊν τ' ἀπὸ πάντ' ὀλέσαντα Εὑρὼν, τὴν μὲν ἔραζε, τὸ δ' οὔρεσι, τὸν δ' ὑπὸ ποσσὶν Οἰκτρὸν ὑποστρέψαντα πατρώϊον ἐς δόμον, ὦ 'ναξ, 505 Αὖθις ἀριθμήσειας ἐν υἱάσι, θρέμμασι, δραχμαῖς. Μὴ δ' ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντος, Πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρήσταις ὁμοδούλοις. Καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ, Ὥς κεν χρηΐζων ποτ' ἐς ὕστερον ἄλκαρ ἔχοιμι! Λάζαρος ἐνθάδ' ἔοιμι, καὶ ὕστερον· ἄλλος ἀγήνωρ Ἐνθάδε, κεῖθι δ' ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο. Εἴην μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης. ∆άκρυσιν οἶκτον ἔχοιμι, Φαρισσαῖοι δὲ πέσοιεν. Χήρην δ' εἴποτ' ἐμεῖο παρὰ προθύροις μογέουσαν Ἄπρηκτον πέμψαιμι, καὶ εἰ λίθον ἢ ὄφιν αἰνὸν Ἀντ' ἄρτοιο φίλοιο καὶ ἰχθύος ἡδυβόροιο Ἐχθρὰ φιλοφρονέων, παλάμης ἀπὸ τῆσδ' ὀρέγοιμι, 506 Τοίων ἀντιτύχοιμι Θεοῦ πάρα. Εἰ δ' ἀποθήκας Τὰς μὲν σφρηγὶς ἔχει, τὰς δ' ἐλπίδες ὦκα θέουσαι, Ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις, Οὐδὲ μὲν οὐδὲ τάλαντον, ὅ μοι Θεὸς ἐγγυάλιξε Πλειοτέρην ἄλλοισι μετρῶν χάριν, εὔχομ' ἔγωγε Τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργὸν, Ἠὲ μνᾶν φυσικοῖο λόγου, χάριν ἰσονέμητον, Ἀλλ' ἔργον τ' ὀπάσαιμι, κλέους τ' ἐπί τ' ἄντι τύχοιμι· Μηδὲ δίκην τίσαιμι πικρὴν, καὶ αἶσχος ἔχοιμι. ΚΗʹ. Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς. Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ' ὁλκάδος ἔμφυτον ὕπνον, Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις. 507 ∆είματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ, Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ' ἐκέλευεν ἀναστὰς Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως. Θαύματι δ' ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες. ΚΘʹ. Ὕμνος εἰς Θεόν. Ὦ πάντων ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται. Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα, καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ' ὠδῖνες ἁπάντων 508 Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον. Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ' ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ, καὶ εἷς, καὶ πάντα, καὶ οὐδεὶς, Οὐχ ἓν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σε καλέσσω, Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης, Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;