1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

9

σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ', εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας. Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως, Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν. Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ. 450 Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ' ὄπωπα, Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη· Αἰεὶ δ' ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην. Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι Κεῖνοι, τῶν ὅδ' ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου, Θαῦμα μέγ'. Εἰ δ' ἅμα σαρκὶ, τίν' ἐκ πλεόνων πυρὶ δώσεις; Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς, Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς Καὶ τόδ' ἄλης, λήθην με παθεῖν προτέρης βιότητος. 451 Ἡμέτερον δ' ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον. Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ. Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς, Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα. Εἶπεν ὅδ', ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ∆ίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν· «Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι. Ξυνὸν δ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι 452 Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.» Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν, Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν. Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα 453 Σῶμα μὲν ἐκ σαρκῶν, ψυχὴ δ' ἐπιμίσγετ' ἀΐστως, Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας Πῶς πρῶτόν τ' ἔπνευσε, καὶ εἰκόνα δήσατο γαίῃ Εἰ μὴ τόνδε λόγον τις, ἐμοῖς ἐπέεσσιν ἀρήγων, Θήσει θαρσαλέως τε, καὶ ἑσπόμενος πλεόνεσσιν· Ὡς καὶ σῶμα τὸ πρῶτον ἀπὸ χθονὸς ἄμμι κερασθὲν, Ὕστερον ἀνδρομέη ῥύσις ἔπλετο, οὐδ' ἀπολήγει Ἄλλοτε ἄλλον ἔχουσα βροτὸν πλαστῆς ἀπὸ ῥίζης· Καὶ ψυχὴ πνευσθεῖσα Θεοῦ πάρα, κεῖθεν ἔπειτα Ἀνδρομέοισι τύποισι συνέρχεται ἀρτιγένεθλος, Σπέρματος ἐκ πρώτοιο μεριζομένη πλεόνεσσι, Θνητοῖς ἐν μελέεσσιν ἀεὶ μένον εἶδος ἔχουσα. Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν. Ὡς δ' ἐνὶ τυτθοῖς Πνεῦμα μέγα στεινόν τε καὶ ἔκτροπον ἴαχεν αὐλοῖς, 454 Καὶ μάλα ἴδριος ἀνδρὸς, ἐπὴν δ' εἰς χεῖρας ἵκωνται Εὐρύποροι, τημόσδε τελειοτέρην χέον ἠχὴν, Ὣς ἥγ' ἀνδρανέεσσιν ἐν ἅψεσιν ἀδρανέουσα, Πηγνυμένοις συνέλαμψε, νόον δέ τε πάντ' ἀνέφηνεν. Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς, Ὄφρα κε κῦδος ἔχῃσι νέον, καὶ γαῖαν ἀμείψας Ἤμασιν ὑστατίοισι Θεῷ Θεὸς ἔνθεν ὁδεύσῃ, Οὔτε μιν οὔτ' ἀνέηκεν ἐλεύθερον, οὔτε τι πάμπαν ∆ήσατο· θεὶς δὲ νόμον τε φύσει, καὶ ἐσθλὰ χαράξας Ἐν κραδίῃ, γυάλοισιν ἀειθαλέος παραδείσου Θῆκέ μιν ἀμφιτάλαντον, ὅπη ῥέψειε δοκεύων, Γυμνὸν ἄτερ κακίης τε καὶ εἴδεος ἀμφιθέτοιο. Ζωὴ δ' οὐρανίη πέλεται παράδεισος ἔμοιγε. Τοῦ ῥά μιν ἐντὸς ἔθηκε λόγων δρηστῆρα γεωργόν. 455 Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο, Ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισιν ἐντὸς ἔχοντος Τὴν τελέην. Τελέη γὰρ