2
κοινωνοῦντας 3,1.40 θεότητος, οὔπω τοιοῦτόν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιῆσαι λύσιν τινὰ τοῦ ζητήματος. οὐκοῦν ἐπάναγκες διὰ πλειόνων ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ ἀληθὲς ἀνιχνεύοντας· οὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος. Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ' αὐτὸ τὸ τῆς φύ σεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν ὅτι πολλοὶ ἄνθρωποι, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ὅτι πολλαὶ φύσεις ἀνθρώπιναι. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον ἂν ἡμῖν ἐντεῦθεν γένοιτο· προσκαλούμενοι γάρ τινα, οὐκ ἐκ τῆς φύσεως αὐτὸν ὀνομάζομεν, ὡς ἂν μή τινα πλάνην ἡ κοινότης τοῦ ὀνόματος ἐμποιήσειεν, ἑκάστου τῶν ἀκουόντων ἑαυτὸν εἶναι τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαζούσῃ προση γορίᾳ ἀλλ' ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις γίνεται· ἀλλὰ τὴν ἰδίως ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν πολλῶν ἀποκρίνομεν, ὥστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχη κότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητὰς ἢ ἀποστόλους ἢ μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον, εἴπερ, καθὼς εἴρηται, οὐχὶ τοῦ καθ' ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεώς ἐστιν ὁ ἄνθρωπος· ἄνθρωπος γὰρ ὁ Λουκᾶς ἢ ὁ Στέφανος, οὐ μήν, εἴ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστιν ἢ Στέφανος. Ἀλλ' ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας 3,1.41 ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν ἐπιδέχεται καὶ κατὰ σύν θεσιν ἐν ἀριθμῷ θεωρεῖται· ἡ δὲ φύσις μία ἐστίν, αὐτὴ πρὸς ἑαυτὴν ἡνωμένη καὶ ἀδιάτμητος ἀκριβῶς μονάς, οὐκ αὐ ξανομένη διὰ προσθήκης, οὐ μειουμένη δι' ὑφαιρέσεως, ἀλλ' ὅπερ ἐστὶν ἓν οὖσα καὶ ἓν διαμένουσα κἂν ἐν πλήθει φαίνηται, ἄσχιστος καὶ συνεχὴς καὶ ὁλόκληρος καὶ τοῖς μετέχουσιν αὐτῆς τοῖς καθ' ἕκαστον οὐ συνδιαιρουμένη. καὶ ὥσπερ λέγεται λαὸς καὶ δῆμος καὶ στράτευμα καὶ ἐκκλη σία μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται· οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἷς κυρίως ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλῆθος ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ' ἡμῶν ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα πρὸς πλῆθος ἐκτείνειν ἢ ταύτῃ δουλεύοντας τὴν ὧδε πλάνην καὶ ἐπὶ τὸ θεῖον δόγμα μεταβιβάζειν. ἀλλ' ἐπειδὴ ἀμήχανος τῆς συνηθείας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἄν τις πεισθείη μὴ πολλοὺς λέγειν ἀνθρώπους τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυ μένους; δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντιβαίνοντες οὐδὲν ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς οὔσης ζημίας ἐκ 3,1.42 τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως· ἐπὶ δὲ τοῦ θείου δόγματος οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ ἀδιάφορος χρῆσις τῶν ὀνομάτων· οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν. Οὐκοῦν εἷς ἡμῖν ὁμολογητέος θεὸς κατὰ τὴν γραφικὴν μαρτυρίαν Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεός σου κύριος εἷς ἐστι, κἂν ἡ φωνὴ τῆς θεότητος διήκῃ διὰ τῆς ἁγίας τριάδος. ταῦτα δὲ λέγω κατὰ τὸν ἀποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης φύσεως λόγον, ἐν ᾧ μεμαθήκαμεν μὴ δεῖν πληθυντικῷ χαρα κτῆρι τὴν προσηγορίαν πλατύνειν τῆς φύσεως. ἀκριβέστερον δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξεταστέον, ὅπως ἂν διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας γένοιτό τις συνεργία πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν.
∆οκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι καὶ ὥσπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαί νεται ταῖς τῶν ὑποκειμένων σημαντικαῖς, οὕτω φασὶ καὶ ἐπὶ τῆς ἀνωτάτω καὶ θείας φύσεως ὥσπερ τι κύριον ὄνομα προσφυῶς ἐφηρμόσθαι τῷ δηλουμένῳ τὴν φωνὴν τῆς θεό τητος. ἡμεῖς δὲ ταῖς τῆς γραφῆς ὑποθήκαις ἑπόμενοι ἀκατονόμαστόν τε καὶ ἄφραστον αὐτὴν μεμαθήκαμεν· καὶ πᾶν ὄνομα, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας ἐξηύρηται εἴτε παρὰ τῶν γραφῶν παραδέδοται, τῶν περὶ τὴν θείαν 3,1.43 φύσιν νοουμένων ἑρμηνευτικὸν εἶναι