5
ἐνεργοῦντας ζωὴν οὐδὲ τρεῖς ἀγαθοὺς τοὺς ἐν τῇ αὐτῇ ἀγαθότητι θεωρουμένους οὐδὲ τὰ ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν, οὕτως οὐδὲ τρεῖς ὀνομάζειν δυνάμεθα τοὺς τὴν θεϊκὴν ταύτην ἤτοι ἐποπτικὴν δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως δι' ἀλλήλων ἐφ' ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας. ὥσπερ γὰρ μαθόντες περὶ τοῦ θεοῦ τῶν ὅλων τῆς γραφῆς λεγούσης κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν κριτὴν τοῦ παντὸς αὐτὸν εἶναι διὰ τοῦτό φαμεν καὶ πάλιν ἀκούσαντες ὅτι Ὁ πατὴρ κρίνει οὐδένα οὐχ ἡγούμεθα μάχεσθαι πρὸς ἑαυτὴν τὴν γραφήν· ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ υἱοῦ, ᾧ πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ μονογενοῦς γινόμενον εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει, ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι καὶ κρίνειν μηδένα διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ υἱῷ δεδωκέναι καὶ πᾶσαν τὴν τοῦ υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριῶσθαι βουλήματος· καὶ οὐκ ἄν τις εὐλόγως ἢ δύο κριτὰς εἴποι ἢ τὸν ἕτερον ἠλλοτριῶσθαι τῆς κατὰ τὴν κρίσιν ἐξουσίας τε καὶ δυνάμεως· οὕτω καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου 3,1.50 Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ τὴν ἐποπτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ μονογενοῦς ὁ πατὴρ ἐνεργεῖ, <ὁ πάντα ἐν σοφίᾳ ποιῶν θεός>, τοῦ δὲ υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ πνεύματι τελειοῦντος καὶ κρίνοντος μέν, καθὼς Ἠσαΐας φησίν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, εὐεργετοῦντος δὲ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, ἣν πρὸς τοὺς Ἰουδαίους πεποίηται, ἐν πνεύματι θεοῦ· λέγει γὰρ Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας περιλαμβάνων διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος· οἷς γὰρ δι' ἀλλήλων ἐνεργεῖται τὸ ἕν, εἰς πολλοὺς καταμεμερίσθαι τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται.
Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνά μεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς οἷον ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ δυνάμει τοῦ πνεύματος τελειῶν τὴν χάριν, καὶ οὐ διακρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζόντως παρ' ἑκάστης καὶ ἀποτεταγμένως δίχα τῆς συνθεωρουμένης ἐπιτελουμένη· ἀλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία καὶ τοῦ 3,1.51 παντὸς ἐπιστασία, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν καὶ τῶν κατὰ τὴν ὑπερκόσμιον φύσιν ἥτε συντηρητικὴ τῶν ὄντων καὶ διορθωτικὴ τῶν πλημμελουμένων καὶ διδακτικὴ τῶν κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς ἁγίας τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπων τριχῆ τεμνομένη, ὡς ἕκαστον τῶν ἐνεργημάτων ἐφ' ἑαυτοῦ θεωρούμενον ἢ τοῦ πατρὸς εἶναι μόνου ἢ τοῦ μονογενοῦς ἰδιαζόντως ἢ τοῦ ἁγίου πνεύματος κεχωρισμένως· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθά, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα· οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ πνεύ ματος· ἀλλ' εὑρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἥτις ἐστὶν ὁ μονογενὴς θεός, πάντα ποιεῖ, οὗ χωρὶς οὐδὲν τῶν ὄντων εἰς γένεσιν ἔρχεται· ἀλλὰ καὶ αὐτὴ πάλιν τῶν ἀγαθῶν ἡ πηγὴ ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται. Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐπὶ τὸ πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων τε καὶ νοημάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ 3,1.52 ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀπαρίθμησιν. Καὶ ὥσπερ εἷς ὁ πατὴρ σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται καὶ οὐδεὶς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν υἱὸν λέγει μὴ σῴζειν τοὺς πιστεύοντας ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι, ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων θεὸς ἐνεργοῦντος τοῦ υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι καὶ