1

 2

 3

 4

 5

 6

 7

4

τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ τούτου κατεσκευάσθη. τοὐναντίον μὲν οὖν ἐκ τούτων ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. εὑρίσκομεν γὰρ ἐπὶ τῆς ἀνθρωπίνης συνηθείας οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως κοινωνοὺς ἀλλά, κἄν τινες τοῦ αὐτοῦ ὦσιν ἐπιτηδεύματος, οὐχ ἑνικῶς τοὺς πολλοὺς μνημονευομένους καθό φαμεν ῥήτοράς τε πολλοὺς καὶ γεωμέτρας γεωργούς τε καὶ σκυτοτόμους καὶ τὰ ἄλλα πάντα ὡσαύτως. καὶ εἰ μὲν φύσεως ἦν ἡ τῆς θεότητος προσηγορία, μᾶλλον ἂν εἶχε καιρὸν κατὰ τὸν προαποδοθέντα λόγον ἑνικῶς τὰς τρεῖς ὑποστάσεις περι λαμβάνειν καὶ ἕνα θεὸν λέγειν διὰ τὸ τῆς φύσεως ἄτμητόν τε καὶ ἀδιαίρετον· ἐπεὶ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα, περιτρέπεταί πως πρὸς τοὐναντίον ἐκ τῶν κατασκευαζο μένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεοὺς τοὺς ἐν τῇ αὐτῇ ἐνεργείᾳ θεωρουμένους· ὥς φασι τρεῖς λέγεσθαι φιλοσόφους ἢ ῥήτορας ἢ εἴ τί ἐστιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ συμμετέχοντες. ταῦτα φιλοπονώτερον ἐξειργασάμην, τὸν 3,1.47 τῶν ὑπεναντίων ἀνθυποφέρων λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν παγείη τὸ δόγμα ταῖς εὐτονωτέραις τῶν ἀντιθέσεων κρα τυνόμενον. οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος.

Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ φύσεως ἀλλ' ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πληθυντικῶς μὲν ἐπ' ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδευμάτων κοινω νοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι, μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ τρεῖς ὑποστάσεις τῆς ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ ἀποκρίνοιντο, ὅτι ἄνθρωποι μέν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ πλείονες, καθ' ἑαυτὸν ἕκαστος ἀποτεταγμένως ἐνεργεῖ τὸ προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθ' ἑαυτὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας· εἰ γὰρ καὶ πλείονες εἶεν οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἓν ὂν τὸ αὐτὸ ἐν τοῖς πλείοσιν ὄνομα ἔχει, οἱ δὲ μετιόντες καθ' ἑαυτὸν ἕκαστον ἐνεργοῦσιν ἰδίως ῥητορεύων ὁ δεῖνα καὶ ἰδίως ὁ ἕτερος· οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἑκάστου ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται, ἑκάστου αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνεργείας ἀποτεμνομένου τῶν ἄλλων· ἐπὶ δὲ τῆς θείας φύσεως οὐχ οὕτως ἐμάθομεν ὅτι ὁ πατὴρ ποιεῖ τι καθ' ἑαυτόν, οὗ μὴ συνεφάπτεται ὁ υἱός, ἢ πάλιν ὁ υἱὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ πνεύματος, ἀλλὰ πᾶσα ἐνέργεια ἡ θεόθεν ἐπὶ τὴν κτίσιν διήκουσα καὶ κατὰ τὰς πολυτρόπους 3,1.48 ἐννοίας ὀνομαζομένη ἐκ πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ υἱοῦ πρόεισι καὶ ἐν τῷ πνεύματι τῷ ἁγίῳ τελειοῦται. διὰ τοῦτο εἰς τὸ πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ ἰδιάζουσά ἐστιν ἡ περί τι σπουδή· ἀλλ' ὅπερ ἂν γίνηται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόντων εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ γινόμενα.

Νοήσωμεν δὲ τὸ λεγόμενον ἀφ' ἑνός τινος πράγματος, ἀπ' αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χαρισμάτων. ζωῆς τετύχηκεν, ὅσα μετείληφε τῆς χάριτος ταύτης. ἐξετάζοντες οὖν πόθεν ἡμῖν τὸ τοιοῦτον γέγονεν ἀγαθόν, εὑρίσκομεν διὰ τῆς τῶν γραφῶν ὁδηγίας, ὅτι ἐκ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ἀλλ' οὐκ, ἐπειδὴ τρία ὑποτιθέμεθα πρόσωπά τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς (ἰδίως μίαν παρ' ἑκάστου αὐτῶν) δεδωρῆσθαι ἡμῖν λογιζόμεθα, ἀλλ' ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ ἁγίου πνεύματος ἐνεργεῖται καὶ παρὰ τοῦ υἱοῦ ἑτοιμάζεται καὶ τῆς τοῦ πατρὸς ἐξῆπται βουλήσεως. Ἐπειδὴ τοίνυν καθ' ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν ἐνέργειαν οὐ διῃρημένως ἐνεργεῖ κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμὸν ἡ ἁγία τριάς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ θελήματος κίνησίς τε καὶ διάδοσις, ἐκ τοῦ πατρὸς διὰ τοῦ 3,1.49 υἱοῦ πρὸς τὸ πνεῦμα διεξαγομένη, ὡς οὐ λέγομεν τρεῖς ζωοποιοὺς τοὺς τὴν μίαν