1

 2

 3

 4

 5

 6

 7

7

τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ καὶ οὐ διαλύει τὸ ἓν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς τὸν πατέρα καὶ τὸν υἱὸν ὀνομάσαι, κἂν ἑκάτερος θεὸς παρὰ τῶν ἁγίων κηρύσσηται· ἀλλὰ θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ ὁ υἱός, εἷς δὲ ἐν τῷ αὐτῷ κηρύγματι ὁ θεὸς διὰ τὸ μήτε φύσεως μήτε ἐνεργείας ἐνθεωρεῖσθαί τινα διαφορὰν τῇ θεό τητι. εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἠπατημένων ὑπόνοιαν ἐπὶ τῆς ἁγίας τριάδος ἡ φύσις, ἀκολούθως ἂν εἰς πλῆθος θεῶν ὁ ἀριθμὸς ἐπλατύνετο, τῇ ἑτερότητι τῆς οὐσίας τῶν ὑποκειμένων συνδιαιρούμενος. ἐπεὶ δὲ πᾶσαν ἀπωθεῖται τὴν κατ' οὐσίαν ἑτερότητα ἡ θεία τε καὶ ἁπλῆ καὶ ἀναλλοίω τος φύσις, ἕως ἂν μία ᾖ, πλήθους σημασίαν ἐφ' ἑαυτῆς οὐ προσίεται. ἀλλ' ὥσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα πάντα ἑνικῶς ὀνομάζεται, θεός, ἀγαθός, ἅγιος, σωτήρ, δίκαιος, κριτής, καὶ εἴ τι ἄλλο τῶν θεοπρεπῶν ὀνομάτων νοεῖται, ὃ εἴτε πρὸς φύσιν εἴτε πρὸς ἐνέργειαν βλέπειν τις λέγει, οὐ διοισόμεθα.

Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλλακτον τῆς φύσεως 3,1.56 ὁμολογοῦντες τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ πνεῦμα τῆς φυσικῆς πρὸς τὸν πατέρα σχέσεως μὴ ἀπειργούσης. Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κατὰ τὸ πὼς εἶναι διαφορὰν ἐνδεικνύμεθα. εἰπόντες γὰρ τὸ μὲν αἰτιατῶς τὸ δὲ ἄνευ αἰτίας εἶναι οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ αἴτιον λόγῳ διεχωρίσαμεν, ἀλλὰ μόνον τὸ μήτε τὸν υἱὸν ἀγεννήτως εἶναι μήτε τὸν πατέρα διὰ γεννήσεως ἐνεδειξάμεθα. πρότερον δὲ ἡμᾶς εἶναί τι πιστεύειν ἐπάναγκες, καὶ τότε πῶς ἐστι τὸ πεπιστευμένον περιεργάσασθαι· ἄλλος οὖν ὁ τοῦ τί ἐστι καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος. τὸ οὖν ἀγεννήτως εἶναί τι λέγειν, πῶς μέν ἐστιν ὑποτίθεται, τί δέ ἐστι τῇ φωνῇ ταύτῃ οὐ συνενδείκνυται. καὶ γὰρ εἰ περὶ δένδρου τινὸς ἠρώτησας τὸν γεωργόν, εἴτε φυτευτὸν εἴτε αὐτομάτως ἐστίν, ὁ δὲ ἀπεκρίνατο ἢ ἀφύτευτον εἶναι τὸ δένδρον ἢ ἐκ φυτείας γενόμενον, ἆρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνεδείξατο 3,1.57 ὁ μόνον τὸ πῶς ἐστιν εἰπὼν ἢ ἄδηλον καὶ ἀνερμήνευτον τὸν τῆς φύσεως ἀπέλιπε λόγον; οὕτω καὶ ἐνταῦθα ἀγέννητον μαθόντες ὅπως μὲν αὐτὸν εἶναι προσήκει νοεῖν ἐδιδάχθημεν, ὅ, τι δέ ἐστι διὰ τῆς φωνῆς οὐκ ἠκούσαμεν. τὴν οὖν τοιαύτην διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐκέτ' ἂν ἐν τῷ κοινῷ τῆς φύσεως τὸν τῶν ὑποστάσεων λόγον συντήκειν αἰτιαθείημεν. Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύσις ἀπαράλλακτός τε καὶ ἀδιαίρετος διὰ πάσης ἐννοίας καταλαμβάνεται, διὰ τοῦτο κυρίως μία θεότης καὶ εἷς θεὸς καὶ τὰ ἄλλα πάντα τῶν θεοπρεπῶν ὀνομάτων μοναδικῶς ἐξαγγέλλεται.