1

 2

 3

 4

 5

 6

 7

3

λέγομεν, οὐκ αὐτῆς τῆς φύσεως περιέχειν τὴν σημασίαν. Καὶ οὐ πολλῆς ἄν τις δεηθείη πραγματείας πρὸς τὴν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν. τὰ μὲν γὰρ λοιπὰ τῶν ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὕροι τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπ' αὐτῶν φωνῆς σημειώσασθαι πρὸς τὸ ἀσύγχυτον ἡμῖν γίνεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. ὅσα δὲ πρὸς ὁδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν ἔχει ἕκαστον ἐμπεριειλημμένην διάνοιαν καὶ οὐκ ἂν χωρὶς νοή ματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων, ὡς ἐκ τούτου δείκνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπό τινος τῶν ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. λέγομεν γὰρ εἶναι τὸ θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν ἢ ὅσα ἄλλα σύνηθές ἐστι λέγειν. ἀλλ' εὑρίσκομεν ἑκάστου τῶν ὀνομάτων ἰδιάζουσαν ἔμφασιν πρέπουσαν περὶ τῆς θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι, οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι κατ' οὐσίαν ἡ φύσις· αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν, ἄφθαρτόν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν τὸ ὂν διαλύεσθαι. οὐκοῦν ἄφθαρτον εἰπόντες, ὃ μὴ πάσχει ἡ φύσις, εἴπομεν· τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ παρεστήσαμεν. οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὃ ποιεῖ διὰ τῆς 3,1.44 προσηγορίας σημάναντες τὸ ποιοῦν τῷ λόγῳ οὐκ ἐγνωρί σαμεν. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκ τῆς ἐγκειμένης ταῖς θεοπρεπεστέραις φωναῖς σημασίας εὑρίσ κομεν, ἢ τὸ μὴ δέον ἐπὶ τῆς θείας φύσεως γινώσκειν ἀπαγο ρεύοντα ἢ τὸ δέον διδάσκοντα, αὐτῆς δὲ τῆς φύσεως ἑρμηνείαν οὐ περιέχοντα.

Ἐπεὶ τοίνυν τὰς ποικίλας τῆς ὑπερκειμένης δυνάμεως ἐνεργείας κατανοοῦντες ἀφ' ἑκάστης τῶν ἡμῖν γνωρίμων ἐνεργειῶν τὰς προσηγορίας ἁρμόζομεν, μίαν δὲ καὶ ταύτην εἶναι <λέγομεν τοῦ θεοῦ> τὴν ἐνέργειαν, τὴν ἐποπτικὴν καὶ ὁρατικὴν καὶ ὡς ἄν τις εἴποι θεατικήν, καθ' ἣν τὰ πάντα ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ, τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ τὰ ἀθέατα τῇ θεωρητικῇ δυνάμει διαδυόμενος, ὑπειλήφαμεν ἐκ τῆς θέας τὴν θεότητα παρωνομάσθαι καὶ τὸν θεωρὸν ἡμῶν θεὸν ὑπό τε τῆς συνηθείας καὶ τῆς τῶν γραφῶν διδασκαλίας προσαγορεύεσθαι. Εἰ δὲ συγχωρεῖ τις ταὐτὸν εἶναι τὸ θεᾶσθαι τῷ βλέπειν καὶ τὸν ἐφορῶντα πάντα θεὸν ἔφορον τοῦ παντὸς καὶ εἶναι καὶ λέγεσθαι, λογισάσθω τὴν ἐνέργειαν ταύτην, πότερον ἑνὶ πρόσεστι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων προσώπων ἢ διὰ τῶν τριῶν διήκει ἡ δύναμις. εἰ γὰρ ἀληθὴς ἡ τῆς θεό τητος ἑρμηνεία καὶ τὰ ὁρώμενα θεατὰ καὶ τὸ θεώμενον θεὸς 3,1.45 λέγεται, οὐκέτι ἂν εὐλόγως ἀποκριθείη τι τῶν ἐν τῇ τριάδι προσώπων τῆς τοιαύτης προσηγορίας διὰ τὴν ἐγκειμένην τῇ φωνῇ σημασίαν. τὸ γὰρ βλέπειν ἐπίσης μαρτυρεῖ ἡ γραφὴ καὶ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ θεός, φησὶν ὁ ∆αβίδ· ἐκ δὲ τούτου μανθάνομεν ἰδίαν θεοῦ, καθὸ θεὸς νοεῖται, ἐνέργειαν τὸ ὁρᾶν, ἐκ τοῦ εἰπεῖν Ἴδε, ὁ θεός. ἀλλὰ καὶ ὁ Ἰησοῦς ὁρᾷ τὰς ἐνθυμήσεις τῶν καταγινωσκόντων, διότι συγχωρεῖ τὰς ἁμαρτίας ἐξ αὐθεντίας [τῶν ἀνθρώπων]. Ἰδὼν γάρ, φησίν, ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν. καὶ περὶ τοῦ πνεύματος λέγει πρὸς τὸν Ἀνανίαν ὁ Πέτρος Ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον; δεικνὺς ὅτι τῶν ἐν κρυπτῷ τολμωμένων παρὰ τοῦ Ἀνανίου μάρτυς ἦν ἀψευδὴς καὶ ἐπιΐ στωρ τὸ πνεῦμα τὸ ἅγιον, δι' οὗ καὶ τῷ Πέτρῳ τῶν λανθα νόντων ἡ φανέρωσις ἦν. ὁ μὲν γὰρ ἐγένετο κλέπτης αὐτὸς ἑαυτοῦ λανθάνων, ὡς ᾤετο, πάντας καὶ τὴν ἁμαρτίαν ἐπι κρυπτόμενος· τὸ δὲ πνεῦμα τὸ ἅγιον ὁμοῦ τε ἐν Πέτρῳ ἦν καὶ τὴν ἐκείνου διάνοιαν πρὸς τὴν φιλοχρηματίαν κατασυ ρεῖσαν ἐφώρασε καὶ δι' ἑαυτοῦ δίδωσι τῷ Πέτρῳ διιδεῖν τὰ 3,1.46 λανθάνοντα· οὐκ ἂν δηλονότι τοῦτο ποιοῦν, εἴπερ ἦν τῶν κρυφίων ἀθέατον. Ἀλλ' οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατα σκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως ἡ κλῆσις