1

 2

 3

 4

 5

 6

 7

6

οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς γραφῆς ὀνομάζονται, εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρία, οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις. μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. ἡμεῖς μὲν γὰρ ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. τὸ δὲ καθόλου ἄπειρον οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί· ἀλλὰ κατὰ πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. οὐκοῦν τὸ ἐκτὸς ὅρου οὐδὲ ὀνόματι πάντως ὁρίζεται. ὡς ἂν οὖν διαμένοι ἐπὶ τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά 3,1.53 φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν. οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι καὶ ὑπὲρ πᾶν ὄνομα εἶναι νομίζεσθαι.

Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συ νήθεια εἰς πλήθους σημασίαν ἀνάγει, οὔτε μειώσεως οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. μόνα γὰρ κατὰ σύν θεσιν ἀριθμεῖται, ὅσα κατ' ἰδίαν περιγραφὴν θεωρεῖται· ἡ δὲ περιγραφὴ ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται· τὸ δὲ ἔξω τούτων θεωρούμενον ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται, τὸ δὲ μὴ ἀριθμούμενον ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι· πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες. διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ἐν ὄγκῳ πλείονι ἢ σκεύεσιν ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εἰ μή τις οὕτω λέγοι, χρυσοὺς πολλούς, ὡς τοὺς δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ' ὧν οὐχ ἡ ὕλη ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν ἐδέξατο. κυρίως γὰρ ἔστιν οὐχὶ χρυσοὺς ἀλλὰ χρυσέους 3,1.54 τούτους εἰπεῖν. ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ὁ ἄνθρωπος. κἂν ἡ γραφὴ πλατύνῃ τὸ ὄνομα κατὰ πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν Ἄνθρωποι κατὰ τοῦ μείζονος ὀμνύουσι καὶ Υἱοὶ ἀνθρώπων, καὶ ὅσα τοιαῦτα, γνωστέον ὅτι τῇ συνηθείᾳ τῆς ἐπικρα τούσης διαλέκτου κεχρημένη οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως ἢ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν οὐδέ τινα τεχνικὴν περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διέξεισιν, ἀλλὰ κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν, ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συν ίσταται. Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συν τάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν· ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας, οὐκέτι τὸ ἀβασάνιστόν τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς εὑρίσκεται ῥήμασιν. διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυν τικῶς ὀνομάζειν διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν, μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνεσθαι διὰ τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα· τὴν δὲ θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἑνικὸν ἐξαγγέλλει 3,1.55 τύπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισά γεσθαι. διό φησι Κύριος ὁ θεὸς κύριος εἷς ἐστιν· ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν