1

 2

 3

 4

 5

 6

 7

2

ὁμοιοτρόπους τὰς προπατορικὰς καὶ κορυφαίους ἡμῶν ὁ Θεὸς ὑποστάσεις, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας, καὶ τοῦ προελθόντος ἐξ αὐτῶν υἱοῦ πεποίηκεν; Ἀλλὰ τὸν μὲν Ἀδὰμ ἀναιτίως καὶ ἀγεννήτως ὑπέστησε, τὸν δὲ δεύτερον αὐτοῦ ἄνθρωπον τὸν υἱὸν γεννητόν· τὴν δὲ Εὔαν οὐ γεννητῶς, οὐδὲ πάλιν ἀναιτίως, ἀλλὰ ληπτῶς, ἤτοι ἐκπορευτῶς ἐκ τῆς οὐσίας τοῦ ἀναιτίου Ἀδὰμ ἐξελθοῦσα ἀῤῥήτως οὐσιώσης*. Καὶ μήπως ἄρα τρεῖς αὗται τῶν πρωτογόνων κεφαλαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ' εἰκόνα τινὰ, ὡς Μεθοδίῳ δοκεῖ, τυπικῶς γεγόνασι τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος; τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος Θεοῦ καὶ Πατρός· τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ· τῆς δὲ ἐκπορευτῆς Εὔας σημαινούσης τὴν τοῦ ἁγίου Πνεύματος ἐκπορευτὴν ὑπόστασιν;

∆ιὸ οὐδὲ ἐνεφύσησεν αὐτῇ ὁ Θεὸς πνοὴν ζωῆς, διὰ τὸ τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου Πνεύματος πνοῆς καὶ ζωῆς, καὶ διὰ τὸ μέλλειν αὐτὴν δι' ἁγίου Πνεύ ματος δέξεσθαι Θεὸν τὸν ὄντως ὄντα πάντων πνοὴν καὶ ζωήν. Ὅθεν ἔστιν ἰδέσθαι καὶ θαυμάσαι ὅτι ὁ μὲν ἀγέννητος Ἀδὰμ, ἄλλον ἀγέννητον ἢ ἀναίτιον ἐν ἀνθρώποις οὐκ ἔσχεν ὅμοιον, ὥσπερ οὐδὲ ἡ ἐκπορευτὴ Εὔα, ὡς τύποι ἀληθεῖς ὑπάρχοντες τοῦ ἀγεννήτου Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ γεννητὸς υἱὸς πάντας ἀνθρώπους, γεννητοὺς υἱοὺς ὄντας, ἀδελφοὺς 44.1332 ὁμοίους ἔσχεν· ὡς κατ' εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν ὑπάρχων Χριστοῦ τοῦ γεννητοῦ Υἱοῦ, ὃς ἐγένετο ἄνθρωπος πρωτότοκος ἄνευ σπορᾶς ἐν πολλοῖς ἀδελφοῖς. Εἰ δὲ μὴ οὕτω, μηδὲ κατὰ τοῦτο τὸ κατ' εἰκόνα, τί δήποτε μὴ τέσσαρες, ἢ δύο ἢ πλείονες ὑποστάσεις τῶν προπατόρων γεγόνασι παρηλλαγμένας ἔχουσαι τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας; λέγω δὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν, ἀλλὰ τρεῖς καὶ μόνας; Οὐκοῦν ἔχεις κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑποστάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα ἐν τριάδι. Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ, ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέγοντος· Εἰ βούλει γνῶναι Θεὸν, προλαβὼν γνῶθι σεαυτόν· ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῆς σαυτοῦ κατασκευῆς, φησὶν, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι ὑποδὺς ἐν σαυτῷ, διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν τῇ ψυχῇ ἑαυτοῦ, διάκρινον τὴν ταύτης κατασκευὴν, καὶ ὄψει σεαυτὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγ χάνοντα. Ἀνώνυμός σου καὶ ἄγνωστος ἡ νοερὰ καὶ ἀθάνατος τῆς ψυχῆς οὐσία κατ' εἰκόνα τυπικὴν τοῦ ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου Θεοῦ καθ έστηκεν. Οὔτε γὰρ Θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν ἔγνω τῶν ἐξ αἰῶνός τις γεγενημένων ἀνθρώπων. Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως, κατ' εἰκόνα Θεοῦ τοῦ προνοητοῦ πάσης τετραπεράτου καὶ τῆς ἄνω κτίσεως.

∆ιόπερ οὔτε τὸν τοῦ Θεοῦ τόπον ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν, ὅτι πάντη ἐστὶν, οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα οἰκεῖ ἐν σώματι, ἐπιστάμεθα· ἀλλὰ μόνον οἴδαμεν ὅτι ἐν τῷ παντὶ σώματι ἔστι καὶ ἐνεργεῖ. Ἔχει σου καὶ ἕτερόν τι κατ' εἰκόνα Θεοῦ ἡ ψυχὴ, λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης τῆς κτιστῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν ἡμῖν κατ' εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ Θεοῦ ὑπάρξεως τοὺς λόγους, οὔτε μὴν τὴν τῆς ψυχῆς ἡμῶν οὐσίαν, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται. Ὅθεν οἱ ταύ την καταλαβεῖν κακῶς δογματίσαντες οὕτω προσέκο ψαν· οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς σώμασι καταπέμπεσθαι· οἱ δὲ σὺν τῷ σώματί φασιν αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὸ Θεοῦ δημιουργουμέ νας· ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν ὡς κατ' εἰκόνα ὄντα τοῦ ∆ημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ καὶ τῆς ψυχῆς· ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἄῤῥενος καὶ τῆς θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι, ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων, καὶ