1

 2

 3

 4

 5

 6

 7

6

πάλιν ὑπόστασις τὸ Πνεῦμα τοῦ Θεοῦ, τίς μὴ λέγει ὅτι καὶ ὁ νοῦς τοῦ Θεοῦ οὐκ ἔστιν ἄλλη ὑπόστασις θεία Θεοῦ, καὶ ὁ βραχίων ἄλλος Θεὸς, καὶ ὑπόστασις Θεοῦ ἑτέρα ὁ δάκτυλος; ὁμοίως καὶ ἡ δεξιὰ καὶ τὰ λοιπὰ πάντα τὰ λεγόμενα μέλη Θεοῦ ἐν τῇ θείᾳ Γραφῇ; Ἵνα μὴ τοίνυν ταῦτα λέγῃς καὶ διαλογίζῃ, εἰς ἅπερ οἱ αἱρετικοὶ προσκόψαντες καὶ λογισάμενοι ἔπεσον, ἐποίησέ σε ὁ Θεὸς κατ' εἰκόνα καὶ ὁμοίωσιν τῆς ἑαυτοῦ τριαδικῆς ὑπάρξεως, τριάδα τινὰ τυπικὴν ὁμοούσιον μονάδα γνωριζομένην, ἐν ᾗ καλῶς ἀποβλέπων, καλῶς ὡς ἐν ἐσόπτρῳ τινὶ καὶ τύπῳ εὑρήσεις πάντα τὰ περὶ Θεοῦ εὐσεβῶς κηρυττόμενα· λέγω δὴ τὸ τριαδικὸν τῶν ὑποστάσεων, τὸ μοναδικὸν τῆς φύσεως, τὸ σύγχρονον, τὸ ἀδιαίρετον, τὸ ἀκατάληπτον, τὸ ἀσχημάτιστον, τὸ ἀθεώρητον, τὸ ἀγέννητον, τὸ γεννητὸν, τὸ ἐκπορευτὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ κριτικὸν, τὸ ἀψηλάφητον, τὸ ἀσώματον, τὸ ἄφθαρτον, τὸ ἀνώλεθρον, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἀνερμήνευτον, τὸ ὡραιότατον, καὶ συντόμως εἰπεῖν, πάντων τῶν ἐν τῇ Θεότητι λεγομένων εὐσεβῶς, τοὺς τύπους καὶ τὰς εἰκόνας, καὶ τὰ ἀποσκιάσματα εὑρήσεις ἐν τῇ ψυχῇ σου σκιαγραφούμενα.

Καὶ διὰ τοῦτο εἴρηται ὑπὸ τοῦ Θεοῦ τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ ταῦτα οἱ αἱρετικοὶ καὶ οἱ νῦν ἄπιστοι οὐκ ἔγνωσαν, οὐδὲ διενοήθησαν. Εἰ γὰρ καλῶς τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου ἐσκόπησαν, οὐκ ἂν περὶ τὸ μυστήριον τὸ τριαδικὸν ἐδίστασαν, οὐκ ἂν φυσικαῖς ἀποδείξεσι τὸ ὑπὲρ φύσιν ὑπέβαλον. Οὐκ ἂν ἐσκοτίσθησαν λέγοντες, ἀδύνατον εἶναι Θεὸν τρισ υπόστατον Τριάδα. Εἰ τὸ κατ' εἰκόνα ἑαυτοῦ ἔμαθεν Ἄρειος, οὐκ ἂν ἑτεροούσιον τοῦ Πατρὸς τὸν Λόγον ἐδίδαξεν. Εἰ τὸ κατ' εἰκόνα εὐσεβῶς ἐσκόπησε Μακεδόνιος, οὐκ ἂν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν· ἀλλὰ τυφλωθέντες ταὐτὰ πεπόνθασι τοῖς ἔνδον ἐν τῷ κόλπῳ ἑαυτῶν τὸν μαργαρίτην ἔχουσι, τοῦτον δὲ ἀγνοοῦσι, καὶ ἐν τῇ ἀβύσσῳ αὐτὸν πλανώμενοι ἐπιζητοῦ σιν. Ὅρα γοῦν ὅτι οὐ μόνον ἐν πράγμασι τυπικῶς τὸ κατ' εἰκόνα Θεοῦ ἡμετέρα ψυχὴ κέκτηται, τυπικῶς λέγω, οὐκ ἰσοφυῶς. Πῶς δὲ τοῦτο; Εὐθέως τὸ λεγόμενον ποιήσω σαφές. Ἀπερίγραπτον εἶναι τὸν Θεὸν Πατέρα, ὁμοίως καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα πιστεύομεν· διὸ ὡς ἀπεριόριστοι φεραλλήλους καὶ ἀλληλενδέτους καὶ τὰς οἰκείας προσηγορίας ἔχουσιν. Ἐπὰν γὰρ ὀνομάσῃ Πατέρα, πρόδηλον ὅτι Υἱοῦ αὐτοῦ τινος ἐμήνυσεν ἔμφασιν. Πῶς γὰρ ἂν καὶ κληθήσεται Πατὴρ μὴ γνωριζομένου Υἱοῦ; Ὡσαύτως καὶ ἐπὰν εἴπῃ Πνεῦμα, Θεὸν ἐδήλωσε· Πνεῦμα γὰρ ὁ Θεὸς, ὥς φησιν ἡ Γραφή. Εἶτα ἐλθὲ ἀπὸ ταύτης τῆς ἁγίας Τριάδος ἐπὶ τὴν εἰκόνα αὐτῆς, τὴν ἐν ἡμῖν λέγω ἔνδον ὑπάρχουσαν τριάδα, καὶ ὄψει καὶ τὰς τρεῖς προσηγορίας 44.1344 αὐτῆς φεραλλήλους καὶ ἡνωμένας ὑπαρχούσας.

Ἐπὰν γὰρ εἴπῃς ψυχὴν λογικὴν καὶ νοερὰν, εὔδηλον ὅτι καὶ λόγον καὶ νοῦν ἐσήμανας· καὶ ἐπὰν ὀνομάσῃς λόγον, πάντως ὅτι καὶ τὴν λογικὴν ψυχὴν τὴν τούτου γεννητικὴν ἐδήλωσας. Ὡσαύτως καὶ ἐπὰν εἴπῃς νοῦν, ἐκ παντὸς τρόπου ὅτι καὶ τὴν ψυχὴν καὶ τὸν λόγον ἐδήλωσας. Τίνος γὰρ καὶ ἔσται νοῦς εἰ μὴ ψυχῆς καὶ λόγου; ∆ιὰ δὴ τοῦτο ὥσπερ φεράλληλον καὶ ἀλληλέν δετον ἔχουσι τὴν προσηγορίαν, οὕτω κοινὴν καὶ ἀδιαί ρετον ἔχουσι καὶ τὴν οὐσιώδη ἐνέργειαν. Μία γὰρ καὶ ὁμοία ἡ ἐνέργεια Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἰσχὺς, καὶ μία δύναμις, μία θέλησις, μία γνώμη. Ὅσα γὰρ ἂν πράττοι ὁ Πατὴρ, ἀχώριστός ἐστι καὶ συμπράκτωρ καὶ ὁ Υἱός· καὶ ὅσα ἂν ἐπιτελῇ ὁ Υἱὸς, ἢ τὸ πανάγιον Πνεῦμα, συνεργεῖ πάντως ἀδιαιρέτως ὁ Πατήρ· οὐδὲ γὰρ ὁ Υἱὸς δίχα Πατρὸς ἀφ' ἑαυτοῦ καθ' ἑαυτὸν ποιεῖ τι, οὐδὲ ὁ Πα τὴρ πάντως χωρὶς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὔτε πάλιν τὸ Πνεῦμα ἄνευ τοῦ Υἱοῦ καὶ Πατρὸς ἐργάζεταί τι. ∆εῦρο λοιπὸν πάλιν ἀπὸ τῶν πρωτοτύπων ἐπὶ τὸν τύπον τὸν κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίω σιν τὸν τῆς ἡμετέρας ψυχῆς, καὶ ὄψει μίαν καὶ ὁμοίαν τὴν ἐνέργειαν ἐν ἡμῖν. Οὔτε γὰρ ἡ ψυχὴ δίχα λόγου ἐπιτελεῖ τι,