1

 2

 3

 4

 5

 6

 7

5

τὸ Πνεῦμα. Μὴ χωροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθένειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξ ολισθήσῃ, εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν, ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκομένη ὑπὸ Θεοῦ καὶ Πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων, τῶν προφητικῶν διδαγμάτων τὴν πεῖραν, καὶ προφορὰν, καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου τοῦ Πατρὸς Λόγου. Μεθ' ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος τρανῶς καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος τοῦ τελείου τοῦ Θεοῦ Λόγου, γνωρίζει λοιπὸν μετὰ τούτων καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κόσμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδη μῆσαν, ἀλλ' ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι, τῆς ψυ 44.1340 χῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτῇ φανερωθὲν, οὐ κτιστῶς, οὐδ' ἐπεισάκτως, οὐδ' ἀλλογενῶς, ἀλλ' οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνούσιον αὐτῆς λόγον ἀποτίκτουσα, καὶ τὸ ὁμοφυὲς αὐτῇ τοῦ νοῦ πνεῦμα προβάλλουσα, καὶ ὥσπερ τι σῶμα ἡ ἀσώματος τὰ συνασώματα αὐτῇ μέλη συμφυῆ ἔχουσα, δι' ὧν ὥσπερ τύπων χαρακτηρίζεται καὶ μορφοῦται καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα, ὥσπερ πνοὴν σωματικήν τινα ἔχουσα τὸ πνεῦμα τοῦ νοῦ, καὶ ὡς ζωὴν τὸν σύζωον αὐτῇ λόγον φέρουσα· ὧν κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύναται· ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ παιδευθῶμεν, ὡς οὔτε Πατὴρ, οὔθ' Υἱὸς προϋπῆρχον τοῦ παναγίου Πνεύματος· ἀλλ' ὥσπερ ἐπὶ τῆς ψυχῆς ἅμα ψυχὴ λογικὴ, ἅμα σὺν αὐτῇ ὁ λόγος ἐν αὐτῇ, καὶ ἅμα, καὶ συνάμα ἐν αὐτῇ τὸ πνεῦμα τὸ ζωτικὸν καὶ συστατικὸν καὶ συμπληρωτικόν· οὕτως ἅμα Πατὴρ, ἅμα Θεὸς Λόγος σὺν Πατρὶ, ἅμα Υἱὸς σὺν Πατρὶ, συνάμα τὸ Πνεῦμα σὺν Υἱῷ καὶ Πατρί.

Εἰ δὲ χωρίζεις καὶ ἀποστερεῖς τὸν λόγον ἐκ τῆς ψυχῆς, ἄλογός σου λοιπὸν ἡ ψυχή· ἵνα διὰ τούτου τοῦ κατ' εἰκόνα Θεοῦ μάθῃς, ὅτι ἐὰν ἀρνήσῃ τὸν Θεὸν Λόγον, λέγων μὴ εἶναι σὺν τῷ Θεῷ καὶ Πατρὶ, ἄλογον λοιπὸν καὶ κτηνώδη κηρύττεις τὸν Θεόν· καὶ ἐὰν χωρίσῃς τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ, νεκρὸν λοιπόν τινα καὶ οὐ ζῶντα λέγεις Θεόν· εἰ φιλοσοφεῖν περὶ τοῦ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ βούλει, οὕτω φιλοσόφησον, οὐκ ἐκ τῶν ἐκτὸς, ἀλλ' ἐκ τῶν ἐντός σου τὸν κρυπτὸν Θεὸν γνώ ρισον ἐκ τῆς ἐν σοὶ τριάδος, τὴν Τριάδα ἐπίγνωθι δι' ἐνυποστάτων πραγμάτων· ὑπὲρ γὰρ πᾶσαν ἄλλην νομικὴν καὶ γραφικὴν μαρτυρίαν βεβαιοτέρα αὕτη καὶ πιστοτέρα. ∆ιὰ γὰρ ταύτην καὶ μόνην τὴν αἰτίαν τοιοῦτον ζῶον ὁ Θεὸς κατεσκεύασεν, ἐπειδὴ ἔμελλεν ἐν κόσμῳ κηρυχθῆναι τὸ τῆς ἁγίας Τριάδος μυστήριον, ὡς δυσερμήνευτόν τε καὶ ἀκατάληπτον· ἵνα ἔχῃς ἐν ἑαυτῷ ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τὴν εἰκόνα καὶ ὁμοίωσιν καὶ τοὺς τύπους καὶ τὰ παραδείγματα τῆς ἁγίας Τριάδος· ἵνα εἰς τὴν εἰκόνα τῆς ψυχικῆς κατα σκευῆς βλέπων μηκέτι διστάσῃς ἐν τῷ τριαδικῷ μυ στηρίῳ· μηκέτι εἴπῃς καὶ περιεργάζῃ λέγων· Εἰ Τριάς ἐστιν ὁ Θεὸς, πῶς ἐστι μονάς; εἰ δὲ εἷς ἐστιν, ὡς λέγεται, πῶς Τριάς; καὶ εἰ Υἱός ἐστιν ὁ Λόγος, πῶς γέννημα δυνατὸν εἶναι συνάναρχον τῷ γεννήτορι; καὶ εἰ ἐκ Πατρός ἐστι τὸ Πνεῦμα, πῶς οὐκ ἔστι γεννητὸν, ἀλλ' ἐκπορευτόν; ἢ ποῖον προήγαγεν ὁ Πατὴρ πρότερον, τὸν Υἱὸν ἢ τὸ Πνεῦμα;

Εἰ δὲ τὰ ἀμφότερα ἅμα, ἆρα ἂν ἀδελφοθεΐα καὶ διδυμοτοκία ἐστὶν ἐν τῇ Τριάδι; πῶς δὲ καὶ διαγνωσόμεθα ἐπὶ τῶν ἀσωμάτων καὶ ἀκινήτων καὶ ἀμεταστάτων τὸ διάφορον γεννή σεως καὶ ἐκπορεύσεως; πῶς δὲ καὶ δυνατὸν ὁμόδοξον εἶναι τὸ γέννημα τῷ γεννήτορι; θέλων δὲ ἄρα τέτοκεν 44.1341 ὁ Πατὴρ ἢ μὴ θέλων; Τίς δὲ ὁ μάρτυς, ὅτι μιᾶς οὐσίας ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα; καὶ εἰ τελεία ὑπόστασίς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ εἰ τελεία ὑπόστασις ὁ Λόγος τοῦ Θεοῦ, καὶ εἰ τελεία