1

 2

 3

 4

 5

 6

 7

3

τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μὲν φασὶν αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος καὶ τὴν ψυχὴν ὑφίστασθαι· οἱ δὲ τῇ τεσσαρακοστῇ 44.1333 ἡμέρᾳ μετὰ τὴν σύλληψιν φέροντές τινα, ὡς οἴονται, νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ κάτω, οἱ δὲ ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιεῖναι οὐσίαν. ∆ιὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ' εἰκόνα Θεοῦ οὖσα, καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μένει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε κα ταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι, οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει, οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ ζηλοτυπεῖσθαι καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων, ὡς κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν. Πᾶσα δὲ ἡ περὶ αὐτὴν ἀκαταληψία καὶ ἀσάφεια καὶ ἀδηλία, οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου Θεοῦ.

Ὅθεν πάντα τὰ κατ' αὐτὴν ἀγνοοῦντες, ἐκ μόνων τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν αὐτῆς πιστούμεθα· καθὰ καὶ τὸν Θεὸν ἐκ τῶν ἐν τῇ ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βεβαιούμεθα ὕπαρξιν. Ἀλλά γε δὴ ἐπ' αὐτὸ τὸ καιριώτατον τοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἔλθωμεν, ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς ἐν Τριάδι Θεότητος. Ποῖον δέ ἐστι τοῦτο; εὔδηλον ὅτι ἡ ἡμετέρα πάλιν ψυχὴ, καὶ ὁ ταύτης νοερὸς λόγος, καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγόρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος, εἰς τύπον τοῦ ἀγεν νήτου καὶ τοῦ ἀναιτίου Θεοῦ καὶ Πατρός· οὐκ ἀγέννητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ' ἐξ αὐτῆς γεννώ μενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ ἀγέννητος, ἀλλ' ἐκπορευτὸς παντὶ διατρέχων καὶ τὰ πάντα διασκοπῶν, καὶ ἀοράτως ψηλαφῶν κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ Πνεύματος, περὶ οὗ εἴρηται, ὅτι Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχὴ ἕως οὗ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα ἂν καθ' ὥραν ἀπεθνήσκομεν. Οὐκ ἔστιν ἀγέννητος ὁ λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρχομεν. Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως καὶ νοῦν μοναδικὸν, καὶ ἀσύνθετον· λόγον δὲ διπλοῦν ἔχοντες τὸν αὐτὸν τὴν γέννησιν καὶ ἕνα καὶ ἀμέριστον φυλαττόμενον.

Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μένει ἔνδον ἀγνώριστος, καὶ γεννᾶται δευτέραν γέννησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι γνωρίζεται· τῆς δὲ γεννησαμένης αὐτὸν ψυχῆς οὐ χωρίζεται, ἵνα διὰ τοῦ λόγου τῶν δύο ἡμῶν γεννήσεων σαφῶς τὰς δύο τοῦ Θεοῦ Λόγου γεννήσεις κατ' εἰκόνα καὶ ὁμοίωσιν μάθωμεν. 44.1336 Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀκαταλήπτως ἐκ Πατρὸς πρὸ τῶν αἰώνων. Καὶ ἦν ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν Πατέρα, ἕως ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας Παρθένου ἀφθόρως καὶ ἀσπόρως γεγέννηται κατὰ σάρκα, καὶ ἐνεφανίσθη τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς κρυφίας οὐσίας τοῦ γεννήτορος Θεοῦ. Ὥστε δέδεικται ἐν τῷ μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς οὐσίας ἐν εἰκόνι, τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες, ἀγεννησία ψυχῆς, καὶ γέννησις λόγου, καὶ ἐκπόρευσις πνεύματος, ἤγουν τοῦ νοός. Καὶ καταθαῤῥῶ καὶ ἀποτολμῶ, καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον τριαδικὴν τῆς ψυχῆς θεωρίαν, εἶπεν ὁ θεῖος Ἀπόστο λος τὸν ἄνθρωπον εἶναι κατ' εἰκόνα Θεοῦ τοῦ ἀοράτου.

Εἰ δὲ μὴ ταῦτα οὕτω, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ τετραμερὴς ὑπὸ Θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα καὶ μόνην ἔχει ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ, κατ'