1

 2

 3

 4

 5

 6

 7

4

εἰκόνα τῆς ἁγίας καὶ ὁμοιουσίου [ὁμοουσίου] καὶ ζωοποιοῦ Τριάδος, ὥστε, εἰ θέμις εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος τυπικῶς, ἀλλ' οὐ φυσικῶς, σκιαγραφῶν ἀμυδρῶς πως τὸν ἐν Τριάδι Θεόν; Ὅθεν καὶ τριμερῆ πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ' ἕτερόν τινα τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικὸν, ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ' αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ θυμοῦ πρὸς τὰ πνεύματα τῆς πονηρίας ἀντιτάττηται, καὶ ἐν τούτοις πάλιν αὐτοῖς τοῖς τρισὶ τὸ κατ' εἰκόνα Θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν Τριάδι Θεὸς τρία μέρη διοικεῖ καὶ διέπει, καὶ τὰ ἐπουράνια λέγω, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια, τῇ δημιουργικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κριτικῇ· καὶ πᾶν γὰρ ὃ Θεὸς διαπράττεται, καθ' ἕνα τῶν τριῶν τούτων τρόπων αὐτὸ κατεργάζεται, ἢ δημιουρ γῶν, ἢ προνοούμενος, ἢ παιδεύων.

Καὶ τοῦ μὲν δημιουργικοῦ τοῦ Θεοῦ τὸ κατ' εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τῆς ψυχῆς τὸ λογιστικόν· τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία. Πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα εὐθέως ὀρέγονται τοῦ μαζοῦ καὶ τοῦ ὕπνου· τὸ δὲ λογιστικὸν εὔδηλον ὅτι τοῦ λογικοῦ τυγχάνει ἴδιον· τὸ δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος. Εἴ τις τοί νυν τὸ πῶς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσίτω, καὶ τὴν ἑαυτοῦ κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς ψυχῆς· ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω τὰ ταύτης μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρόπους καὶ προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύτης μονοειδὲς, τὸ τριμερὲς, τὸ ἑνιαῖον, τὸ δυϊκὸν, τὸ τριαδικὸν, πῶς καὶ μία ἐστὶ, καὶ ἐν τρισὶ θεωρεῖται, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ μονὰς ἐν τριάδι, καὶ τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία ἐστὶ τῇ οὐσίᾳ, καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς με 44.1337 ρῶν, ἐδήλωσε σαφῶς ὁ εἰπὼν, Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσ εύξομαι καὶ τῷ νοΐ. Μᾶλλον δὲ σαφέστερον ἡμᾶς διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ' εἰκόνα τυπικὴν Θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις αἰτίας ψυχὴν μὲν ἔσθ' ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐποροῦντες, νοῦ δὲ καθ' ὅλου ἀποροῦντες· ἄλλοι πάλιν νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι. Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς φῶς τικτομένη καὶ προσερχομένη, εὐθέως τὴν μὲν ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς, δυνάμει μὲν νοερὰν οὖσαν, καὶ ἐν αὐτῇ ἔχουσαν τὸν λόγον, καὶ τὸν νοῦν· κατὰ πρόβασιν δὲ προκόπτοντος καὶ αὔξοντος τοῦ σώματος δεύτερον ἐμφανίζει τὸν λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ προψελλίζουσα, καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμηνύουσα τὴν τοῦ Λόγου διὰ σαρκὸς γέννησιν καὶ τοῦ νοῦ δηλοῦται ἡ παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προκόψῃ τὸ νήπιον. Ἀλλὰ τί, φησὶ, ταῦτα συντείνει εἰς τὴν προκειμένην τοῦ ἀνθρώπου ὑπόθεσιν;

Καὶ πάνυ μὲν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ Θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς Τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος· εἶτα εἰς φῶς θεογνωσίας ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν Πατέρα καὶ Θεὸν ἐν ἑαυτῷ μὲν ἔχοντα, καθάπερ καὶ ἡ ψυχὴ, ἐνούσιον τὸν Λόγον καὶ