1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

15

τοῦ παντὸς ἐννοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται· δῆλον γὰρ ὅτι ἐκ μερῶν τὸ ὅλον συνέστηκεν. Ὅπερ δ' ἂν ἐν τῷ μέρει ἐμάθομεν, τοῦτο καὶ περὶ τοῦ παντὸς ἐδιδάχθη μεν. Μίαν δὲ τῷ γένει τὴν ὑγρότητα εἶναι, οὐδ' ἂν τῶν ἐριστικῶν τις ἀντείποι. Ἀλλὰ μὴν λεπτὴ κόνις ἐκκαυθεῖσα διὰ τοῦ πυρὸς ἡ ὑγρότης ἐγένετο· ἄρα καὶ πᾶν ὑγρὸν ἐν τῷ πυρὶ γενόμενον μεταβάλλει τὴν ἐν τοῖς μορίοις ποιότητα, πρὸς τὸ ξηρὸν ἐκ τοῦ ὑγροῦ μεθιστάμενον, οὐκ εἰς τὸ παντελὲς ἀφανίζεται. Ἐπεὶ οὖν ἀτμοῦ σύστασις τὸ νέφος ἐστὶν, ὁ δὲ ἀτμὸς ἡ λεπτομερὴς τοῦ ὑγροῦ ἐστιν ἀναθυμίασις, ἀνάγκη πᾶσα, ὅταν καταφρυγὲν τῷ φλογμῷ τὸ νέφος, τὸν λεπτὸν ἐκεῖνον καὶ ἀμερῆ τοῦ ἀτμοῦ ὄγκον, κἂν τὴν ὑγρὰν μὴ διασώζῃ ποιότητα, μὴ μέντοι κατὰ τὸ ὑποκείμενον εἰς ἀφανισμὸν μεταβαίνειν εἰς τὸ μηδὲ ἀναλυόμενον. Τέσσαρα γὰρ περὶ τὸν ἀτμὸν θεωρεῖ 100, τὸ ὑγρὸν, τὸ ψυχρὸν, τὸ βαρὺ, ἡ πηλικότης. Ἐκ τούτων ὅσα μὲν ἐναντίως πρὸς τὸ πῦρ ἔχει, τῇ δυνα στείᾳ τοῦ ἐπικρατοῦντος ἐξαφανίζεται· οὔτε γὰρ τὸ ὑγρὸν, οὔτε τὸ ψυχρὸν ἐν τῷ πυρὶ γενόμενον διαμένει τοιοῦτον. Ἡ μέντοι πηλικότης συγγενῶς καὶ πρὸς τὴν τοῦ πυρὸς οὐσίαν ἔχει· καὶ γὰρ τὸ πῦρ ἐν ποσῷ καθορᾶται· ποσῷ δὲ ποσότης οὐ μάχεται. Εἰ οὖν ἡ πηλικότης τοῦ ἀτμοῦ διασώζεται, τῆς κατὰ τὸ ὑγρόν τε καὶ ψυχρὸν ποιότητος διαζευχθεῖσα· ἡ δὲ κατὰ τὸ βάρος ποιότης οὐσιωδῶς ἐγκειμένη τῇ τοῦ ἀτμοῦ φύσει, συνδιεσώθη τῇ πηλικότητι (ἐπίσης γὰρ ἡ βαρύτης καὶ ὑγροῖς καὶ ξηροῖς ἐνυπάρχειν πέ φυκεν)· οὐκέτ' ἂν ὁ νοῦς ἡμῖν κάμνῃ τῇ ἀκολουθίᾳ τῶν γινομένων ἑπόμενος, ὥστε ἐπιγνῶναι, ὅπως τὸ ὕδωρ γῆ γενόμενον, διὰ τοῦ μεταβάλλειν τοὺς ἀτμοὺς τὴν ποιότητα, τὴν ὁμοειδῆ φύσιν καταλαμβάνει. Τὸ γὰρ ξηρὸν καὶ βαρὺ ἴδιον ἂν εἴη τῆς περὶ τὴν γῆν θεωρουμένης ποιότητος, εἰς ὅπερ ἐκκαυθεὶς ὁ ἀτμὸς μετεποιήθη. Καί μοι δοκεῖ καλῶς ἔχειν τῆς ἀρχῆς ταύτης λαβομένους, μὴ διαφεῖναι τὴν ἀκολουθίαν τῆς ἐξετάσεως, εἰς ἢν πρόεισι διὰ τῶν εἰκότων ἡ θεωρία, χειραγωγοῦσα πρὸς τὴν ἀλήθειαν. Ἔοικε γὰρ καὶ ἡ θάλασσα διὰ τοῦτο ἐν τοῖς ἰδίοις ὅροις διὰ παντὸς μένειν, ὅτι κατ' ὀλίγον τῆς ἀεὶ γινομένης αὐτῇ διὰ τῶν ὑδάτων προσθήκης, ἡ διὰ τῶν ἀτμῶν ἐξάντλη σις ἐπὶ τὸ ὑπερκείμενον γίνεται τῆς ἐπιθαλπούσης θερμότητος, σικύας δίκην τὸ λεπτομερὲς τῆς τῶν ὑγρῶν φύσεως ἀνιμωμένης.

Ἐν δὲ τοῖς μεσογείοις τε καὶ βορεινοτέροις τῶν τόπων ἡ τοῦ περιέχοντος ψυχρότης ἐναντιοῦσθαι δοκεῖ τῷ λόγῳ, ὡς διὰ τὸ μὴ θάλπεσθαι σφοδρῶς τὴν ἐν τοῖς μέρεσι τούτοις θάλασσαν, ἀργούσης τῆς τῶν ἀτμῶν ἀναδόσεως, διπλοῖς ἔστι λογισμοῖς τὴν ἀντίθεσιν ταύτην παραμυθήσασθαι. Πρῶτον μὲν ὅτι μία ἐστὶ καὶ συνεχὴς πρὸς ἑαυτὴν διόλου ἡ θάλασσα, κἂν εἰς μυρία διῄρη πελάγη, οὐδαμοῦ τῆς πρὸς ἑαυτὴν συναφείας διασπωμένη· ὥστε, εἰ τὸ νότιον τῇ διηνεκεῖ παρου σίᾳ τοῦ θερμοῦ ὑπερκέοιτο, ἐν τοῖς κατεψυγμέ νοις μέρεσι τῆς ἐκεῖ γενομένης ἐλαττώσεως τὴν αἴ σθησιν γίνεσθαι, αὐτομάτως τῆς τῶν ὑδάτων φορᾶς ἐν τῷ κατωφερεῖ τῆς φύσεως πρὸς τὸ ἀεὶ κινούμενον μεταῤῥεούσης. Ἔπειτα δὲ καὶ τὸ πᾶσαν ἅλμην εἶναι τὴν θάλασσαν, ἐκ παντὸς τοῦ ὕδατος γινομένην, διὰ τὴν τῶν ἀτμῶν ἀνάδοσιν, κατὰ τὸ ἶσον μαρτύρεται· ἴδιον γὰρ τῆς τῶν ἀλῶν φύσεως ἡ ξηρότης ἐστίν. Εἰ δὲ κατὰ τὸ ἶσον ἡ ποιότης αὕτη πρὸς πᾶσαν θάλασσαν ἀνακέκραται, ἄρα ὁμοίως ἐν παντὶ μέρει τὸ ἑαυτῆς ἐνεργήσει ἡ ἅλμη. Πᾶσα γὰρ φύσις τὸ κατάλληλον τῇ ἰδίᾳ δυνάμει πάντως ἐργάζεται. Ὡς γὰρ καίει τὸ πῦρ, καὶ ἡ χιὼν ψύχει, καὶ γλυκαίνει τὸ μέλι, οὕτω καὶ οἱ ἅλες ξηραίνουσιν. Οὐκοῦν ἐπειδὴ πανταχοῦ τοῖς πελάγεσιν ἡ ξηραντικὴ τῶν ἁλῶν συγκαταμέμι κται φύσις, τοῦτο πρὸς εὐκολίαν τῆς τῶν ἀτμῶν ἀνα δόσεως τῆς θείας σοφίας προειδομένης (ἐκθλίβει γάρ πως καὶ ἐξωθεῖται τῆς θαλάσσης πᾶν τὸ λεπτομερὲς τοῦ ὕδατος ἡ ἅλμη, διὰ τῆς ἐγκειμένης τῇ φύσει ξηρότητος κατὰ τοῦ ὑγροῦ δυναστεύουσα) οὐδὲν ἔξω τοῦ εἰκότος ἐστὶν ἐπίσης οἴεσθαι πανταχόθεν γίνεσθαι τῷ ὑγρῷ τὴν δαπάνην, τοῦ ἀέρος διὰ τῶν 101 ἀτμῶν ἀρυομένου τὴν θάλασσαν. Ἀλλὰ μὴν τὸ πᾶ σαν τὴν ἐναέριον ἰκμάδα νέφος γίνεσθαι, κἀκεῖθεν