1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ἀληθεύει τῶν οὕτως ὑπειληφότων ὁ λόγος. οὐκοῦν ἐκ τοῦ ἀκολούθου καὶ τοῦ λόγου προτιμοτέρα δειχθήσεται ἡ ἀλογία καὶ ἡ ἀρετὴ οὐδενὸς ἀξία διὰ τούτων ἀναφανήσεται· εἰ γὰρ μηδεμία γέγονε ζημία πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν τῷ μὴ μετασχόντι τῆς ἀρετῆς, μάταιον ἂν εἴη τὸ περὶ ταύτην πονεῖν καὶ ἀνόνητον, τῆς ἀλόγου καταστάσεως ἐν τῇ τοῦ θεοῦ κρίσει προτερευούσης. Ταῦτα σὺ πάντα καὶ τὰ τοιαῦτα διανοούμενος ἐξετάσαι τὸν περὶ τούτου λόγον διεκελεύσω, ὡς ἂν ἡμῖν διὰ τῆς ἀκολούθου 76 ζητήσεως ἐπί τινος βεβαίου νοήματος ἡ περὶ αὐτοῦ ἱδρυθείη διάνοια. ἐγὼ δὲ πρὸς τὸ δυσθεώρητον τοῦ προτεθέντος ἡμῖν σκέμματος βλέπων ἁρμόζειν μὲν οἶμαι καὶ τὴν τοῦ ἀποστόλου φωνὴν τῷ παρόντι λόγῳ, ἣν ἐπὶ τῶν ἀνεφίκτων ἐκεῖνος πεποίηται λέγων Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν κυρίου; ἐπεὶ δὲ πάλιν ὁ ἀπόστολος ἴδιον τοῦ πνευματικοῦ φησι τὸ ἀνακρίνειν τὰ πάντα καὶ ἀποδέχεται τοὺς παρὰ τῆς θείας χάριτος πλουτισθέντας Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καλῶς ἔχειν φημὶ μὴ κατολιγωρῆσαι τῆς δυνατῆς ἐξετάσεως μηδὲ περιιδεῖν τὸ ζητούμενον ἐν τούτοις ἀνερεύνητόν τε καὶ ἀθεώρητον, ὡς ἂν μὴ καθ' ὁμοιότητα τῆς τοῦ προβλήματος ὑποθέσεως καὶ ὁ περὶ αὐτοῦ λόγος ἀτελὴς ἀφανισθείη καὶ ἄωρος, καθάπερ τι νήπιον τῶν ἀρτιτόκων πρὶν εἰς φῶς προελθεῖν καὶ ἁδρυνθῆναι, οἷόν τινι θανάτῳ τῇ ῥαθυμίᾳ τῶν πρὸς τὴν ζήτησιν τῆς ἀληθείας ἀτονούντων διαφθειρόμενος. Φημὶ τοίνυν καλῶς ἔχειν μὴ ῥητορικῶς τε καὶ ἀγωνιστικῶς εὐθὺς κατὰ στόμα πρὸς τὰς ἀντιθέσεις συμπλέκεσθαι, ἀλλά τινα τάξιν ἐπιθέντας τῷ λόγῳ δι' ἀκολούθου προάγειν τὴν περὶ τοῦ προβλήματος θεωρίαν. τίς οὖν ἡ τάξις; τὸ γνῶναι πρῶτον ὅθεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅτου χάριν ἦλθεν εἰς γένεσιν· εἰ γὰρ τούτων μὴ διαμάρτοιμεν, οὐδὲ τῆς προκειμένης ἡμῖν θεωρίας ἡμαρτηκότες ἐσόμεθα. τὸ μὲν οὖν ἐκ θεοῦ πᾶν, ὅ τί πέρ ἐστι μετ' αὐτὸν ἐν τοῖς οὖσιν 77 νοούμενόν τε καὶ ὁρώμενον, τὸ εἶναι ἔχειν περιττὸν ἂν εἴη λόγῳ κατασκευάζεσθαι, οὐδενός, οἶμαι, τῶν ὁπωσοῦν ἐπεσκεμμένων τὴν τῶν ὄντων ἀλήθειαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐνισταμένου· ὁμολογεῖται γὰρ παρὰ πάντων μιᾶς αἰτίας ἐξῆφθαι τὸ πᾶν καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχειν οὐδὲ ἑαυτοῦ εἶναι ἀρχὴν καὶ αἰτίαν, ἀλλὰ μίαν μὲν φύσιν εἶναι ἄκτιστον καὶ ἀΐδιον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, παντὸς διαστηματικοῦ νοήματος ὑπερκειμένην, ἀναυξῆ τινα καὶ ἀμείωτον καὶ παντὸς ὅρου ἐπέκεινα θεωρουμένην, ἦς ἔργον καὶ χρόνος καὶ τόπος καὶ τὰ ἐν τούτοις πάντα καὶ εἴ τι πρὸ τούτων καταλαμβάνει ἡ ἔννοια νοητόν τε καὶ ὑπερκόσμιον. ἓν δὲ τῶν γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν εἶναί φαμεν, λόγῳ τινὶ τῆς θεοπνεύστου διδασκαλίας ὁδηγῷ πρὸς τοῦτο συγχρώμενοι, ὅς φησι πάντων παρὰ τοῦ θεοῦ παραχθέντων εἰς γένεσιν καὶ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς ἀναδειχθῆναι ἐξ ἑτερογενῶν συγκεκραμένον τὴν φύσιν, τῆς θείας τε καὶ νοερᾶς οὐσίας πρὸς τὴν ἀφ' ἑκάστου τῶν στοιχείων αὐτῷ συνερανισθεῖσαν μοῖραν καταμιχθείσης, γενέσθαι δὲ τοῦτον παρὰ τοῦ πεποιηκότος, ἐφ' ᾧτε εἶναι τῆς θείας τε καὶ ὑπερκειμένης δυνάμεως ἔμψυχόν τι ὁμοίωμα. βέλτιον δ' ἂν εἴη καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως· Καὶ ἐποίησε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. τὴν δὲ αἰτίαν τῆς τοῦ ζῴου τούτου 78 κατασκευῆς τῶν πρὸ ἡμῶν τινες ταύτην ἀποδεδώκασιν, ὅτι διχῇ διῃρημένης τῆς κτίσεως πάσης, καθώς φησιν ὁ ἀπόστολος, εἰς τὸ ὁρατόν τε καὶ ἀόρατον (σημαίνεται δὲ διὰ μὲν τοῦ ἀοράτου τὸ νοητὸν καὶ ἀσώματον, διὰ δὲ τοῦ ὁρατοῦ τὸ αἰσθητόν τε καὶ σωματῶδες)· εἰς δύο τοίνυν ταῦτα διῃρημένων πάντων τῶν ὄντων (εἴς τε τὸ αἰσθητόν, λέγω, καὶ εἰς τὸ κατ' ἔννοιαν θεωρούμενον) καὶ τῆς μὲν ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως, ἥτις τῶν ἀοράτων ἐστίν, ἐν τοῖς ὑπερκοσμίοις τε καὶ ὑπερουρανίοις διαιτωμένης διὰ τὸ κατάλληλον εἶναι τῇ φύσει τὸ ἐνδιαίτημα (ἥ τε γὰρ νοερὰ φύσις λεπτή τις καὶ καθαρὰ καὶ ἀβαρὴς καὶ εὐκίνητος τό τε οὐράνιον