1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

ἔστι γὰρ ἐν οἷς καὶ σφόδρα γίνεται βλαπτικὸς ὑπερζέων τε τοῦ καθήκοντος μέτρου καὶ ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον καὶ νοσώδεις αἰτίας πολλάκις ἐξεργαζόμενος καὶ τοῖς ἐμπαθεστέροις τῶν ὀφθαλμῶν προσεπιτρίβων τὴν νόσον καὶ διὰ τῆς σήψεως τῶν ὑγρῶν βλαβερά τε καὶ ἀηδῆ τινα ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπεδόνι. οὐκοῦν καθὼς εἴρηται μόνον ἐκ πάντων ὡς καλὸν προαιρεῖσθαι χρὴ ὃ 9.31 πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ τοῦ καλοῦ καθορᾶται φύσει ἀεὶ τοιοῦτον ὂν καὶ οὐ πρὸς τὰς ἔξωθεν περιστάσεις μετα βαλλόμενον. περὶ γὰρ τῶν ἄλλων ὅσα κατά τινα πρόληψιν ἀλογωτέραν καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τέ φημι καὶ τὰ ἔξωθεν οἷον ἰσχύς τε καὶ κάλλος καὶ γένους λαμπρότης χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι καὶ πάντα τὰ τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ σιωπᾶν οἶμαι χρῆναι καὶ μὴ μάτην διὰ τῶν ὁμολογουμένων ὄχλον ἐπεισάγειν τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως τὸ ὠκύμορον ἢ τῆς δυναστείας τὸ εὐμετάπτωτον ἢ τῆς δόξης τὸ ἀνυπόστατον ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα τῶν ἀνθρώπων προσπάθειαν, παρ' ὧν διὰ τὸ εὔχρουν τε καὶ τὸ σπάνιον ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθη; τούτων δὲ οὕτως ἡμῖν διηρθρωμένων σκεπτέον ἂν εἴη περὶ τῆς παρούσης ζωῆς (ταύτης φημὶ δὴ τῆς διὰ σαρκὸς ἐνεργουμένης) εἴτε τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρακτῆρι τοῦ καλοῦ θεωρεῖσθαι εἴτε καὶ ὡς ἑτέρως ἔχει. τὸ γὰρ εὑρισκόμενον περὶ αὐτῆς ὑπὸ τοῦ λόγου ὁδηγήσει πάντως τὴν τῶν ἐπεσκεμμένων διάνοιαν ὅπως χρὴ περὶ τὴν ἐνθένδε μετάστασιν ἔχειν. Ἔστι τοίνυν ἡ τοῦ σώματος ἡμῶν ζωὴ πλήρωσίς τε καὶ κένωσις διχόθεν ἐνεργουμένη, ἡ μὲν διὰ βρώσεώς τε καὶ πόσεως, ἡ δὲ διὰ τῆς τοῦ ἀέρος ὁλκῆς τε καὶ ἀποποιήσεως, ὧν ἄνευ ἡ κατὰ σάρκα ζωὴ συστῆναι φύσιν οὐκ ἔχει. τότε γὰρ τοῦ ζῆν ὁ ἄνθρωπος παύεται, ὅταν ἡ τῶν ἐναντίων τούτων διαδοχὴ μηκέτι διοχλῇ τὴν φύσιν· ἵσταται 9.32 γὰρ μετὰ τοῦτο καθόλου ἡ τοιαύτη ἐνέργεια οὐδενὸς τῶν ἔξωθεν ἐν τοῖς νεκρωθεῖσιν οὔτε εἰσρέοντος οὔτε ἀπογινομένου, ἀλλὰ πρὸς τὰ συγγενῆ στοιχεῖα τοῦ ἐκ τούτων συνεστηκότος σώματος διακριθέντος καὶ ἀναλύσαντος. ἠρεμεῖ τὸ λοιπὸν δι' ἡσυχίας ἡ φύσις τῷ οἰκείῳ στοιχείῳ προσαναπαύσασα τὸ συγγενὲς καὶ ὁμόφυλον, τῇ γῇ τὸ γεῶδες καὶ τῷ ἀέρι τὸ ἴδιον καὶ τῷ ὑγρῷ τὸ οἰκεῖον καὶ τῷ θερμῷ τὸ κατάλληλον. μηκέτι γὰρ τοῦ ὄγκου τοῦ ἐκ τῶν ἑτερογενῶν συνεστηκότος βιαίως τε καὶ κατηναγκασμένως συμπεπλεγμένου, ἀλλὰ κατ' ἐξουσίαν ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὴν οἰκείαν ἑστίαν ἐπανελθόντος παύεται τὸ ἀπὸ τούτου ἡ φύσις συνέχουσα βιαίως ἐν ἑαυτῇ τῶν ἀλλοφύλων τὴν συμφυΐαν. εἰ δέ τις καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν πρὸς τὸ τῆς ζωῆς ταύτης εἶδος μετὰ τῶν εἰρημένων παραλαμβάνοι, οὐκ ἔξω τῆς ἀληθείας τὸν λόγον ποιήσεται. κάμνει γὰρ καὶ διὰ τούτων ἡ φύσις ἀεὶ πρὸς τὰ ἐναντία μεθελκομένη καὶ νῦν μὲν λυομένη τῷ ὕπνῳ πάλιν δὲ τονουμένη διὰ τῆς ἐγρηγόρσεως, δι' ὧν ἀμφοτέρων πρὸς τὸ κενοῦσθαι καὶ πληροῦσθαι παρασκευάζε. εἰ τοίνυν πλήρωσίς τε καὶ κένωσις τῆς ζωῆς ἡμῶν ἐστι τὸ ἰδίωμα, καλῶς ἂν ἔχοι τὸν προρρηθέντα περὶ τῆς τοῦ καλοῦ κρίσεως χαρακτῆρα νῦν ἀντεξετάσαι τοῖς τῆς ζωῆς ἰδιώμασιν, ὥστε κατιδεῖν εἴτε τὸ ἀληθινόν ἐστιν ἀγαθὸν ἡ ζωὴ αὕτη εἴτε καὶ ἄλλο παρὰ τοῦτο. ὅτι μὲν οὖν καθ' ἑαυτὴν ἡ πλήρωσις οὐκ ἂν εἰκότως ἐν τῇ τοῦ καλοῦ φύσει κριθείη, 9.33 πᾶσι δῆλον τὸ τοιοῦτόν ἐστιν ἐκ τοῦ καὶ τὸ ἐναντίον αὐτῇ (λέγω δὲ τὸ κενοῦσθαι) καλὸν εἶναι νομίζεσθαι. ἐπὶ γὰρ τῶν ἀλλήλοις ἐκ τοῦ ἐναντίου ἀντικαθεστηκότων οὐκ ἔστι δυνατὸν τὸν τοῦ καλοῦ λόγον ἐπίσης τοῖς ἀντικαθεστῶσιν ἁρμόζεσθαι, ἀλλ' εἰ τοῦτο καλὸν εἴη κατὰ τὴν ἑαυτοῦ φύσιν, τὸ ἀντικείμενον αὐτῷ πάντως ἔσται κακόν. ἀλλὰ μὴν ἐνταῦθα ἐπίσης παρ' ἑκατέρου τούτων τὸ χρήσιμον ἡ φύσις ἔχει. οὐκ ἄρα τὸν τοῦ καλοῦ ὁρισμὸν δέξασθαι δυνατῶς ἔχει οὔτε ἡ πλήρωσις οὔτε ἡ κένωσις. οὐκοῦν ἄλλο τι παρὰ τὸ ἀγαθὸν ἀποδέδεικται εἶναι ἡ πλήρωσις. οὔτε γὰρ παντὶ οὔτε πάντοτε οὔτε κατὰ πᾶν εἶδος αἱρετὸν εἶναι τὸ τοιοῦτον παρὰ πάντων ὡμολόγηται. οὐ μόνον γὰρ τὸ ἐν τοῖς βλαπτικοῖς γενέσθαι