1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

ἡμῖν τὸ μὲν εἰς ὀστέου πήγνυται φύσιν, τὸ δὲ εἰς τὴν φωτοειδῆ τοῦ ὀφθαλμοῦ αὐγὴν οὐσιοῦται πῶς ἐκ τῆς αὐτῆς τροφῆς καὶ τοῦ αὐτοῦ πόματος τὸ μὲν εἰς τρίχας λεπτύνεται, τὸ δὲ εἰς ὄνυχας τοῖς ἀκροῖς τῶν δακτύλων ἐπιπλατύνεται ἢ πῶς ἀεὶ τὸ ἐγκάρδιον ἀναφλέγεται πῦρ διὰ τῶν ἀρτηριῶν ἐφ' ἅπαν τὸ σῶμα διαφερόμενον ἢ πῶς τὸ πινόμενον, ἐπειδὰν ἐν τῷ ἤπατι γένηται, μεταβάλλει καὶ τὸ εἶδος καὶ τὴν ποιότητα διά τινος ἀλλοιώσεως αὐτομάτως ἐξαιματούμενον. ὧν ἁπάντων ἡ γνῶσις μέχρι τοῦ παρόντος ἐστὶν ἀπόρρητος, ὡς ἀγνοεῖν ἡμᾶς τὴν ζωὴν ἐν ᾗ βιοτεύομεν. τὸν δὲ τῆς αἰσθήσεως κεχωρισμένον βίον οἱ τῇ αἰσθήσει συζῶντες ἀδυνατοῦσι καθόλου θεάσασθαι. πῶς γὰρ ἄν τις δι' αἰσθήσεως ἴδοι τὸ ἔξω τῆς αἰσθήσεως; ἀμφοτέρων τοίνυν τῶν βίων ὁμοίως ἀγνοουμένων, τούτου μὲν διὰ τὸ πρὸς μόνον τὸ φαινόμενον 9.45 βλέπειν ἡμᾶς, ἐκείνου δὲ διὰ τὸ μὴ καθικνεῖσθαι τὴν αἴσθησιν, τί πεπόνθατε, ὦ ἄνθρωποι, τούτου μὲν ὡς ἀγαθοῦ περιεχό μενοι καίτοι ἀγνοουμένου, ἐκεῖνον δὲ δεδοικότες καὶ φρίττον τες ὡς χαλεπὸν καὶ φόβου ἄξιον δι' οὐδὲν ἄλλο ἢ διὰ τοῦτο μόνον ὅτι ἀγνοεῖται οἷόν ἐστι; καίτοι πολλὰ καὶ ἄλλα καὶ τῶν κατ' αἴσθησιν ἡμῖν προφαινομένων καὶ ἀγνοουμένων οὐ δεδοίκαμεν. τίς γὰρ ἡ φύσις τῶν κατ' οὐρανὸν φαινομένων ἢ τί τὸ περιάγον τῶν πόλων ἐξ ἐναντίου τὴν κίνησιν ἢ τί τὸ ἐρεῖδον τὴν τῆς γῆς παγιότητα, πῶς δὲ ἡ ῥευστὴ τῶν ὑδάτων φύσις ἀεὶ γίνεται ἐκ τῆς γῆς καὶ οὐ δαπανᾶται ἡ γῆ καὶ ἄλλα τοιαῦτα πολλὰ οὔτε ἐγνώκαμεν οὔτε φόβων ἀξίαν τὴν ἄγνοιαν κρίνομεν. ἀλλὰ καὶ αὐτὴν τὴν πάντα νοῦν ὑπερ βαίνουσαν φύσιν τὴν θείαν τε καὶ μακαρίαν καὶ ἀκατάληπτον ὅτι μὲν ἔστι πεπιστεύκαμεν, ἐν τίνι δὲ αὐτῆς τὸ εἶναι καταλαμβάνεται οὔπω τις εὑρέθη διὰ στοχασμοῦ κατανόησις, καὶ ὅμως ἀγαπῶμεν τὸ ἀγνοούμενον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὸ καταληφθῆναι τοῖς λογισμοῖς οὐ δυνάμενον. διὰ τί τοίνυν ἐπὶ μόνου τοῦ μετὰ τὴν ζωὴν ταύτην ἐκδεχομένου ἡμᾶς βίου ὁ ἄλογος οὗτος συνίσταται φόβος διὰ μόνην τὴν ἄγνοιαν δεδοικότων ἡμῶν ὃ οὐκ οἴδαμεν, καθάπερ ἐπὶ τῶν νηπίων γίνεται τῶν πρὸς τὰς ἀνυποστάτους ὑπονοίας δειματουμένων; ὁ γὰρ πρὸς τὴν ἀλήθειαν τῶν ὄντων ἐθέλων βλέπειν πρῶτον ἐν περινοίᾳ τοῦ πράγματος γίνεται, εἶτα οἷόν ἐστι κατὰ τὴν φύσιν ἐπιλογίζεται εἴτε τι χρηστὸν καὶ εὐπρόσιτον εἴτε χαλεπόν τι καὶ ἀποτρόπαιον· 9.46 τὸ δὲ ἄδηλον καθόλου καὶ ἀγνοούμενον πῶς ἄν τις τῶν νοῦν ἐχόντων χαλεπὸν εἶναι κρίνοι τὴν τῆς συνηθείας ἀναχώρησιν μόνην ὡς πυρός τινος ἢ θηρίου προσβολὴν ὑποπτεύων; καίτοι παιδευόμεθα διὰ τοῦ βίου σαφῶς μὴ πάντοτε πρὸς τὴν συνήθειαν βλέπειν, ἀλλὰ πρὸς τὸ καλὸν ταῖς ἐπιθυμίαις ἀεὶ μετατίθεσθαι. οὔτε γὰρ διὰ παντὸς ἐν ἐμβρύῳ τοῖς πλασσομένοις ἐστὶν ἡ ζωὴ, ἀλλ' ἕως ἂν ἐν τοῖς σπλάγχνοις ὦσιν, ἡδεῖαν αὐτοῖς καὶ κατάλληλον ἡ φύσις ποιεῖ τὴν ἐν τῇ νηδύϊ ζωήν, οὔτε ἐπειδὰν ἔξω γένωνται, τῇ θηλῇ διὰ παντὸς παραμένουσιν, ἀλλ' ἐφ' ὅσον τῷ ἀτελεῖ τῆς ἡλικίας καλὸν τὸ τοιοῦτόν ἐστι καὶ κατάλληλον. μετὰ τοῦτο δὲ πρὸς ἄλλην ἀκολουθίαν βίου μετέρχονται οὐδὲν ὑπὸ τῆς συνηθείας τῷ μαζῷ συμπαραμένειν ἀναπειθόμενοι· εἶτα μετὰ τὴν νηπιώδη κατάστασιν ἄλλα τῶν μειρακίων καὶ ἄλλα τῶν παρηλικεστέρων ἐπιτηδεύματα γίνεται, πρὸς ἃ μεταβαίνει δι' ἀκολουθίας ὁ ἄνθρωπος ἀλύπως συμ μεταβάλλων ταῖς ἡλικίαις καὶ τὴν συνήθειαν.

ὥσπερ τοίνυν, εἰ φωνή τις ἦν τῷ ἐντρεφομένῳ τῇ μητρῴᾳ νηδύϊ, ἠγανάκτησεν ἂν διὰ γεννήσεως τῶν σπλάγχνων ἐξοι κιζόμενον καὶ δεινὰ πάσχειν ἐβόα τῆς καταθυμίου διαγωγῆς ἀποσπώμενον, (ὅπερ δὴ καὶ ποιεῖ τῇ πρώτῃ ἀναπνοῇ συνεκβάλλον ἅμα τῇ γεννήσει τὸ δάκρυον ὥσπερ ἀγανακτοῦν τε καὶ ὀδυρόμενον ἐπὶ τῷ χωρισμῷ τῆς συνήθους ζωῆς) οὕτω μοι δοκοῦσιν οἱ πρὸς τὴν μεταβολὴν τοῦ παρόντος δυσχεραίνοντες βίου τὸ τῶν ἐμβρύων πάσχειν ἐν τῷ διὰ παντὸς ἐθέλειν τῷ χωρίῳ τῆς ὑλικῆς ταύτης ἀηδίας ἐμβιο 9.47 τεύειν. ἐπειδὰν γὰρ ἡ ὠδὶς τοῦ θανάτου πρὸς ἕτερον βίον τοὺς ἀνθρώπους μαιεύηται, αὐτοὶ μὲν ὅταν εἰς τὸ φῶς