1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

πρὸς οὐδὲν συντελῶν τῇ ἀνθρωπίνῃ τροφῇ· οἶδεν γὰρ ὁ πρὸς τὴν θαυματοποιΐαν βλέπων τῆς φύσεως ὅτι οὐκ ἂν ἄλλως ἐκ τῶν σπερμάτων τε καὶ βλαστημάτων ὁ καρπὸς τελειωθείη μὴ τῆς τεχνικῆς ταύτης ἀκολουθίας ὁδοποιούσης αὐτοῦ τὴν τελείωσιν. οὐ γὰρ ἐπειδὴ πρὸς ἀπόλαυσιν ἡμετέραν ὁ προεκβαλλόμενος ἐκ τῶν σπερμάτων χόρτος ἀχρήστως ἔχει, διὰ τοῦτο περιττόν τε καὶ παρέλκον ἐστὶ τὸ γινόμενον. ὁ μὲν γὰρ τῆς τροφῆς χρῄζων πρὸς τὴν ἑαυτοῦ χρείαν ὁρᾷ, ὁ δὲ τῆς φύσεως λόγος οὐ πρὸς ἄλλο τι βλέπει, ἀλλ' ὅπως ἂν προαγάγοι τὴν καρπογονίαν διὰ τῆς τεταγμένης ἀκολουθίας ἐπὶ τὸ τέλειον. διὸ πρῶτον 9.50 πολυμερῶς διὰ ῥιζῶν τῷ ὑποκειμένῳ ἐμφύεται, δι' ὧν ἕλκει τὴν κατάλληλον ἑαυτῷ διὰ τῆς ἰκμάδος τροφήν, εἶτα χόρτον βλαστάνει [διὰ τὴν ἐκ τοῦ ἀέρος βλάβην προκάλυμμα τῆς ῥίζης τὴν πόαν ποιούμενος] ὅπερ καρπὸς μὲν οὐκ ἔστι συνεργία δέ τις καὶ ὁδὸς γίνεται τῆς τοῦ καρποῦ τελειώσεως πρῶτον μὲν ἐκκαθαίρων δι' ἑαυτοῦ τὴν ἐγκειμένην τῷ σπέρματι δύναμιν (οἷόν τι περίττωμα τοῦ καρποῦ τὸν χόρτον προαποσκευαζομένης τῆς φύσεως), εἶτα σκέπασμα γίνεται τῇ ῥίζῃ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας τὰς διὰ κρύους τε καὶ θάλπους ἐγγινομένας. εὐτονώτερον δὲ ἤδη διὰ βάθους ἐν ταῖς ῥίζαις ὑποσκευασθέντος τοῦ σπέρματος τότε τοῦ χόρτου λοιπὸν ἀμεληθέντος διὰ τὸ μηκέτι δεῖσθαι τὴν ῥίζαν τοῦ προκαλύμματος πρὸς τὴν τῆς καλάμης ἀναδρομὴν πᾶσα συνδίδοται δύναμις μηχανικῇ τινι σοφίᾳ τὴν αὐλοειδῆ κατασκευὴν φιλοτεχνούσης τῆς φύσεως, ἧς εὐθυτενὴς μὲν ἡ βλάστη χιτῶσιν ἐπαλλήλοις ἐν κύκλῳ διειλημμένη· χρὴ γὰρ τούτοις ὑγρὰν οὖσαν καὶ ἄτονον τὴν καλάμην παρὰ τὴν πρώτην ἐντρέφεσθαι τοῖς διὰ μέσου συνδέσμοις ἀσφα λείας χάριν ὑπεζωσμένην. εἰ δὲ πρὸς τὸ σύμμετρον ἀναδράμοι μῆκος, τότε κομᾷ ἡ καλάμη τοῦ τελευταίου χιτῶνος ἀφ' ἑαυτοῦ τὸν στάχυν προδείξαντος, ὃς εἰς πολλοὺς ἀθέρας τριχοειδῶς διαιρούμενος κρύπτει τὸν κόκκον τὸν κατὰ τὴν βάσιν τῶν ἀθέρων τοῖς ἐλύτροις ὑποτρεφόμενον. εἰ τοίνυν οὔτε πρὸς τὰς ῥίζας τῶν σπερμάτων ὁ γεωργὸς δυσχεραίνει οὔτε πρὸς τὸν προεκβαλλόμενον ἐκ τοῦ σπέρματος χόρτον 9.51 οὔτε εἰς τοὺς ἀθέρας τοῦ στάχυος, ἀλλ' ἐν ἑκάστῳ τούτων ἐνθεωρεῖ τινα χρείαν ἀναγκαίαν, δι' ἧς τεχνικῶς ἡ φύσις ὁδεύουσα προάγει τὸν καρπὸν εἰς τελείωσιν διὰ τῆς τῶν ἀχρείων ἀποποιήσεως τὴν γόνιμον ἐκκαθαίρουσα δύναμιν, ὥρα καὶ σοὶ μὴ δυσχεραίνειν διὰ τῶν ἀναγκαίων ὁδῶν προιούσης ἡμῶν τῆς φύσεως ἐπὶ τὸ ἴδιον τέλος ἀλλ' ἡγεῖσθαι κατὰ τὴν ἐν τοῖς σπέρμασιν ἀναλογίαν τὸ ἀεὶ παρὸν πρός τι πάντως χρησίμως τε καὶ ἀναγκαίως ἔχειν, οὐ μὴν τοῦτο εἶναι οὗ χάριν εἰς γένεσιν ἤλθομεν. οὐ γὰρ ἐπὶ τὸ ἔμβρυον γενέσθαι παρὰ τοῦ δημιουργήσαντος ἡμᾶς ὑπέστημεν οὐδὲ πρὸς τὸν βρεφώδη βίον ὁ σκοπὸς τῆς φύσεως βλέπει οὐδὲ πρὸς τὰς ἐφεξῆς ἡλικίας ὁρᾷ ἃς ἀεὶ διὰ τῆς ἀλλοιώσεως μετενδύεται τῷ χρόνῳ τὸ εἶδος συνεξαλλάσσουσα, οὐδὲ πρὸς τὴν ἐπιγινο μένην διὰ τοῦ θανάτου λύσιν τῷ σώματι, ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τῆς ὁδοῦ δι' ἧς πορευόμεθα, μέρη ἐστίν. ὁ δὲ σκοπὸς καὶ τὸ πέρας τῆς διὰ τούτων πορείας ἡ πρὸς τὸ ἀρχαῖον ἀποκατάστασις, ὅπερ οὐδὲν ἕτερον ἢ ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις. καὶ ὥσπερ ἐπὶ τῆς κατὰ τὸν στάχυν εἰκόνος ἀναγκαῖος μὲν ἐφάνη τῷ λόγῳ τῆς φύσεως καὶ ὁ προεκβαλλόμενος χόρτος, οὐ μὴν δὲ δι' ἐκεῖνόν ἐστιν ἡ γεωργία οὐδὲ χιτῶνες καὶ ἀθέρες καὶ καλάμη καὶ ὑποζώματα πρόκεινται τῇ τῆς γεωργίας σπουδῇ ἀλλ' ὁ τρόφιμος καρπὸς ὁ διὰ τούτων προιὼν εἰς τελείωσιν, οὕτω καὶ τῆς ζωῆς τὸ μὲν προσδοκώμενον πέρας μακαριότης ἐστίν, τὰ δὲ ὅσα περὶ τὸ σῶμα νῦν καθορᾶται, θάνατος καὶ γῆρας καὶ νεότης καὶ νηπιότης καὶ ἡ ἐν ἐμβρύῳ διάπλασις, πάντα ταῦτα οἷόν τινες χόρτοι καὶ ἀθέρες καὶ κάλαμοι ὁδὸς καὶ ἀκολουθία 9.52 καὶ δύναμις τῆς ἐλπιζομένης ἐστὶ τελειώσεως. πρὸς ἣν βλέπων ἐὰν εὐφρονῇς, οὔτε ἀπεχθῶς ἕξεις πρὸς ταῦτα οὔτε μὴν ἐμπαθῶς τε καὶ ἐπιθυμητικῶς διατεθήσῃ ὡς ἢ χωριζό μενος αὐτῶν ἀνιᾶσθαι ἢ αὐτομολεῖν πρὸς τὸν θάνατον.