1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

τὸ παχὺ καὶ στερέμνιον ἐκ φύσεως ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν, τότε δὲ πρὸς τὸ ἀνωφερὲς ἡ μεταποίησις τοῦ σώματος γίνεται οὕτως εἰπόντος τοῦ λόγου ὅτι μετὰ τὸ ἀλλαγῆναι τὴν φύσιν ἐν πᾶσι τοῖς ἀναβεβιωκόσι διὰ τῆς ἀναστάσεως Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. εἰ τοίνυν ἐπὶ τῶν ἀλλαγέντων τὸ βάρος οὐ παραμένει τῷ σώματι, ἀλλὰ συμμε τεωροποροῦσι τῇ ἀσωμάτῳ φύσει οἱ πρὸς τὴν θειοτέραν μετα στοιχειωθέντες κατάστασιν, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν 9.63 ἰδιωμάτων τοῦ σώματος πρός τι τῶν θεωτέρων συμμετατίθε· τὸ χρῶμα τὸ σχῆμα ἡ περιγραφὴ καὶ τὰ καθ' ἕκαστον πάντα. τούτου χάριν οὐδεμίαν ἀνάγκην ὁρῶμεν τοῖς ἀλλαγεῖσι διὰ τῆς ἀναστάσεως ἐνθεωρεῖσθαι τὴν τοιαύτην διαφορὰν ἣν νῦν διὰ τὴν τῶν ἐπιγινομένων ἀκολουθίαν ἀναγκαίως ἔσχεν ἡ φύσις (οὔτε μὴν ὅτι οὐκ ἔσται σαφῶς ἔστιν ἀποφή νασθαι ἀγνοούντων ἡμῶν εἰς ὅ τι ταῦτα διὰ τῆς ἀλλαγῆς μεταβήσεται), ἀλλ' ὅτι μὲν γένος ἔσται τῶν πάντων ἕν, ὅταν ἓν σῶμα Χριστοῦ οἱ πάντες γενώμεθα τῷ ἑνὶ χαρακτῆρι μεμορφωμένοι, οὐκ ἀμφιβάλλομεν πᾶσι κατὰ τὸ ἴσον τῆς θείας εἰκόνος ἐπιλαμπούσης, τί δὲ ἡμῖν ἀντὶ τῶν τοιούτων ἰδιωμάτων ἐν τῇ ἀλλαγῇ τῆς φύσεως προσγενήσεται, κρεῖττον εἶναι πάσης στοχαστικῆς ἐννοίας ἀποφαινόμεθα. ὡς δ' ἂν μὴ καθ' ὅλου ἀγύμναστος ἡμῖν ὁ περὶ τούτου λόγος κατα λειφθείη, τοῦτό φαμεν ὅτι εἰς οὐδὲν ἕτερον τῆς κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾶς συνεργούσης τῇ φύσει πλὴν τῆς παιδοποιΐας τάχα τινὰ στοχασμὸν ἔστιν ἀναλαβεῖν τῆς ἐπηγγελμένης τοῦ θεοῦ τῶν ἀγαθῶν εὐλογίας ἐπάξιον ἐν τῷ περὶ τούτου λόγῳ, ὅτι εἰς τὴν ἐκείνου τοῦ τόκου ὑπηρεσίαν μεταβήσεται ἡ γεννητικὴ τῆς φύσεως δύναμις, οὗ μετέσχεν ὁ μέγας Ἠσαΐας εἰπὼν ὅτι Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς. εἰ γὰρ ἀγαθὸς ὁ τοιοῦτος τόκος καὶ σωτηρίας αἰτία γίνεται ἡ τεκνογονία καθώς φησιν ὁ ἀπόστολος, οὐδέποτε τὸ πνεῦμα τῆς σωτηρίας γεννῶν τις παύεται ὁ ἅπαξ διὰ τοῦ τοιούτου τόκου τὸν πληθυσμὸν τῶν ἀγαθῶν ἑαυτῷ τεκνωσάμενος. ἀλλὰ κἂν τὸν 9.64 χαρακτῆρά τις λέγῃ ᾧ μεμορφώμεθα, πάλιν ἡμῖν ἐν τῇ ἀναβιώσει τὸν αὐτὸν συμπαρέσεσθαι, οὐδὲ πρὸς τοῦτο πρόχειρος ἡμῶν ἐστιν ἡ διάνοια οὕτως ἢ ἑτέρως ἔχειν ὑπονοῆσαι. εἴτε γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγοι τις εἴδους τὴν ἀναβίωσιν ἔσεσθαι, εἰς πολλὴν ἀμηχανίαν ἐκπεσεῖται ὁ λόγος διὰ τὸ μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ εἶδος τοῦ χαρακτῆ ρος πάντοτε διαμένειν τὸν ἄνθρωπον ὑπό τε τῶν ἡλικιῶν καὶ τῶν παθημάτων ἄλλοτε πρὸς ἄλλο εἶδος μεταπλασσόμενον. ἄλλως γὰρ μορφοῦται τὸ νήπιον καὶ τὸ μειράκιον, ἄλλως ὁ παῖς ὁ ἀνὴρ ὁ μεσῆλιξ ὁ παρῆλιξ ὁ γηραιὸς ὁ πρέσβυς· οὐδὲν τούτων ὡσαύτως ἔχει πρὸς τὸ ἕτερον. ἀλλὰ καὶ ὁ τῷ ἰκτέρῳ κατιωθεὶς καὶ ὁ ἐξῳδηκὼς τῷ ὑδέρῳ ὅ τε ξηρανθεὶς ἐν τηκεδόνι καὶ ὁ πολυσαρκήσας ἔκ τινος δυσκρασίας, ὁ κατάχολος ὁ αἱματώδης ὁ φλεγματίας ἑκάστου τούτων πρὸς τὴν ἐπικρατοῦσαν δυσκρασίαν συμμορφουμένου οὔτε παραμένειν ταῦτα μετὰ τὸ ἀναβιῶναι καλῶς ἔχει λογίσασθαι τῆς ἀλλαγῆς πάντα μετασκευαζούσης πρὸς τὸ θειότερον οὔ τε οἷον ἡμῖν ἐπανθήσει τὸ εἶδος εὔκολόν ἐστιν ἀναλογίσασθαι τῶν κατ' ἐλπίδα ἡμῖν προκειμένων ἀγαθῶν ὑπὲρ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν εἶναι πεπιστευμένων. ἢ τάχα γνω ριστικὸν εἶδος ἑκάστου τὴν ποιὰν ἰδιότητα τῶν ἠθῶν εἰπών τις οὐ τοῦ παντὸς ἁμαρτήσεται. καθάπερ γὰρ νῦν ἡ κατά τι παραλλαγὴ τῶν ἐν ἡμῖν στοιχείων τὰς τῶν χαρακτήρων ἐν ἑκάστῳ διαφορὰς ἐξεργάζεται κατὰ πλεονασμὸν ἢ ἐλάττω σιν τῶν ἀντιστοιχούντων τινὸς σχηματιζομένου τε καὶ χρωννυμένου τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος, οὕτω μοι 9.65 δοκεῖ τὰ εἰδοποιοῦντα τότε τὴν ἑκάστου μορφὴν οὐ ταῦτα τὰ στοιχεῖα γίνεσθαι ἀλλὰ τὰ τῆς κακίας ἢ τῆς ἀρετῆς ἰδιώματα, ὧν ἡ ποιὰ πρὸς ἄλληλα μίξις ἢ οὕτως ἢ ἑτέρως τὸ εἶδος παρασκευάζει, χαρακτηρίζεσθαι, οἷον δή τι σχεδὸν καὶ ἐπὶ τοῦ παρόντος γίνεται βίου, ὅταν ἡ ἔξωθεν τοῦ προσώπου διάθεσις τὴν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς