1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

τὸν κόρον ἐστὶν ὀλέθριον, ἀλλὰ καὶ τὸ ἐν τοῖς καταλλήλοις παρελθεῖν τῇ ἀμετρίᾳ τὸ χρήσιμον κινδύνων πολλάκις καὶ διαφθορᾶς αἴτιον γίνεται. καὶ εἴ ποτε πληθωρι κῆς καταστάσεως ἐπιζητούσης τὴν κένωσιν ἄλλη τις πληθώρα τὴν οὖσαν ἐπιφορτίσειεν, σωρεία γίνεται κακῶν τὸ τοιοῦτον εἰς ἀνήκεστα προιοῦσα πάθη. οὐκοῦν οὔτε παντὶ οὔτε πάντως ἀγαθόν τί ἐστιν ἡ πλήρωσις, ἀλλὰ καὶ πρός τι καί ποτε καὶ κατὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν τὸ ἐξ αὐτοῦ γίνεται χρήσιμον. οὕτω δ' ἄν τις εὕροι καὶ τὸ ἐξ ἐναντίου νοούμενον (τὸ κατὰ τὴν κένωσιν λέγω) καὶ κινδυνῶδες τοῖς ὑπομένουσιν, εἰ παρέλθοι τῇ ἀμετρίᾳ τὸ χρήσιμον, καὶ πάλιν οὐκ ἀνονήτως γινόμενον, εἰ πρός τι τῶν ὠφελούντων συμβαίνοι τοῦ τε καιροῦ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ συμπαραλαμβανομένου πρὸς τὸ τῆς κενώσεως χρήσιμον. ἐπειδὴ τοίνυν οὐ συμβαίνει πρὸς τὸν τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος ᾧ 9.34 βιοτεύομεν, ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρημένων ἀκολουθίας ὅτι οὐδενὸς ἀγαθοῦ χωρισμός ἐστιν ἡ ἐκ τοῦ τοιούτου βίου μετάστασις. φανερὸν γὰρ ὅτι τὸ ἀληθινῶς καὶ κυρίως καὶ πρώτως ἀγαθὸν οὔτε κένωσίς ἐστιν οὔτε πλήρωσις, ἅπερ καί ποτε καὶ πρός τι καὶ ἐπί τινων ἀποδέδει κται χρήσιμα, οἷς οὐκ ἔπεστιν ὁ τοῦ ἀληθῶς ὄντος ἀγαθοῦ χαρακτήρ.

Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῷ πρὸς τὸ μὴ ἀληθῶς ἀγαθόν ἐστιν ἡ ἀντίθεσις, ἄμεσος δὲ τῶν δύο τούτων ἡ ἐναντίωσις, ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ μὴ ἀληθῶς ὄντος καλοῦ πρὸς τὸ τῇ φύσει καλὸν ἐνθένδε πιστεύειν τὴν μετάστα σιν γίνεσθαι, ὃ πάντοτε καὶ παντὶ καὶ διὰ πάντων ἐστὶν ἀγαθὸν οὔτε κατὰ καιροὺς οὔτε πρός τι οὔτε ἐπί τινων οὔτε διά τι, ἀλλ' ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. πρὸς τοῦτο τοίνυν μέτεισιν ἀπὸ τῆς σαρκώδους ζωῆς ἡ ἀνθρωπίνη ψυχή, ἄλλην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μετα λαμβάνουσα, ἣν δι' ἀκριβείας μὲν ἰδεῖν ἥτις ἐστὶ τοῖς ἔτι τῇ σαρκὶ συγκεκραμένοις ἀμήχανον, ἐκ δὲ τῆς τῶν κατὰ τὸν βίον τοῦτον γνωριζομένων ὑπεξαιρέσεως δυνατόν ἐστι στοχασμόν τινα δι' ἀναλογίας ἀναλαβεῖν. οὐκέτι γὰρ ἔσται σωματικῇ παχύτητι συμπεπλεγμένη οὔτε τῇ ἰσοκρατίᾳ τῶν ἀντιστοι χούντων ἐμβιοτεύουσα, ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη τὴν σύστασίν τε ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ (ὁ γὰρ πλεονασμὸς 9.35 τῶν ἐναντίων τινὸς καὶ ἡ ὕφεσις πάθος καὶ ἀρρώστημα τῆς φύσεως γίνεται), ἐν ᾗ οὐδὲν οὔτε συστέλλεται κενούμενον οὔτε δυσφορεῖ φορτιζόμενον, ἀλλὰ καὶ τῶν ἐκ τοῦ ἀέρος ἀηδῶν ἔξω παντάπασι γίνεται (κρύους τε λέγω καὶ θάλπους) καὶ πάντων τῶν κατὰ τὸ ἐναντίον νοουμένων ἀπηλλαγμένη, ἐν ἐκείνοις δὲ γινομένη, ὅπου πάντων τῶν ἀναγκαίων καμάτων ἐλευθέρα τε καὶ ἄνετός ἐστιν ἡ ζωή, οὐ διὰ γεωργίας κακοπαθοῦσα οὐ τοὺς διαποντίους ὑπομένουσα πόνους οὐ διὰ τῆς ἐμπορίας <τε καὶ> καπηλείας ἀσχημονοῦσα οἰκοδο μικῆς τε καὶ ὑφαντικῆς καὶ τῆς τῶν βαναύσων τεχνῶν ταλαιπωρίας κεχωρισμένη Ἤρεμόν τινα καὶ ἡσύχιον διάγει βίον καθὼς ὁ Παῦλός φησιν, οὐχ ἱππομαχοῦσα οὐ ναυμαχοῦσα οὐ συστάδην διὰ τῆς πεζικῆς παρατάξεως συμπλεκομένη οὐ πρὸς κατασκευὴν ὅπλων ἀσχολουμένη οὐ φόρους ἐκλέγουσα οὐ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλὰ πάντων τῶν τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα μήτε ἔχουσα πράγματα μήτε παρέχουσα, ἐν ᾗ δουλεία τε καὶ κυριότης καὶ πενία καὶ πλοῦτος εὐγένειά τε καὶ δυσγένεια καὶ ἰδιωτικὴ ταπεινό της καὶ ἀξιωματικὴ δυναστεία καὶ πᾶσα τοιαύτη ἀνωμαλία χώραν οὐκ ἔχει. παραιρεῖται γὰρ πάντων τούτων καὶ τῶν τοιούτων τὴν ἀνάγκην τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ ἄϋλον, ἐν ᾗ τὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν οὐ ξηροῦ τε καὶ ὑγροῦ τινός ἐστι μετουσία, ἀλλ' ἡ τῆς θείας φύσεως κατανόησις, ἀντὶ δὲ τοῦ ἐναερίου πνεύματος τοῦ 9.36 ἀληθινοῦ τε καὶ ἁγίου πνεύματος εἶναι τὴν κοινωνίαν οὐκ ἀμφιβάλλομεν. ὧν ἡ ἀπόλαυσις οὐκ ἐνηλλαγμένη καθ' ὁμοιότητα τοῦ τῇδε βίου διὰ ἕξεως καὶ στερήσεως γίνεται εἰσκρινομένη τε καὶ ἀποποιουμένη, ἀλλ' ἀεὶ πληρουμένη καὶ οὐδέποτε περιγράφουσα κόρῳ τὴν πλήρωσιν. ἀβαρὴς γὰρ ἡ νοερὰ τρυφὴ καὶ