1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

Εἰ δὲ χρὴ προσθεῖναι καὶ τοῦτο τῷ λόγῳ, οὐκ ἄχρηστον ἴσως ἐστίν, κἂν ἔξω τῆς ἀκολουθίας εἶναι δοκῇ, ὅτι ἐμμελετᾷ τῷ θανάτῳ διὰ παντὸς ἡ φύσις καὶ συμπέφυκε διὰ τοῦ χρόνου προιούσῃ τῇ ζωῇ πάντως ὁ θάνατος. πρὸς γὰρ τὸ μέλλον ἐκ τοῦ παρῳχηκότος τῆς ζωῆς πάντοτε κινουμένης καὶ οὐδέποτε πρὸς τὸ κατόπιν ἀναλυούσης θάνατός ἐστι τὸ πάντοτε τῇ ζωτικῇ ἐνεργείᾳ συνημμένως ἑπόμενον. ἐν γὰρ τῷ παρῳχηκότι τοῦ χρόνου παύεται πάντως πᾶσα κίνησις ζωτικὴ καὶ ἐνέργεια. ἐπεὶ οὖν ἴδιόν ἐστι θανάτου τὸ ἄπρακτόν τε καὶ ἀνενέργητον, τοῦτο δὲ κατόπιν ἀεὶ τῇ ζωτικῇ ἐνεργείᾳ πάντως ἐφέπεται, οὐκ ἔξω τῆς ἀληθείας ἐστὶ τὸ συμπεπλέχθαι τῇ ζωῇ ταύτῃ τὸν θάνατον λέγειν. καὶ ἄλλως δ' ἄν τις εὕροι τὸ τοιοῦτον νόημα διὰ τῆς ἀληθείας ἡμῖν κρατυνόμενον αὐτῆς τῆς πείρας μαρτυρούσης τῷ δόγματι ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ χθιζῷ ὁ σήμερον ἄνθρωπος κατὰ τὸ ὑλικῶς ὑποκείμενον, ἀλλά τι πάντως αὐτοῦ διὰ παντὸς νεκροῦται καὶ ὄζει καὶ διαφθείρεται καὶ ἐκβάλλεται καθάπερ οἰκίας τινὸς τῆς τοῦ σώματος λέγω κατασκευῆς, τὴν νεκρώδη δυσωδίαν ἐκφερούσης τῆς φύσεως καὶ τῇ γῇ παραδιδούσης τὸ ἤδη τῆς ζωτικῆς δυνάμεως ἔξω γενόμενον. διὸ κατὰ τὴν τοῦ μεγάλου φωνὴν Παύλου Καθ' ἡμέραν ἀποθνήσκομεν οὐχ οἱ αὐτοὶ διὰ παντὸς ἐν τῷ αὐτῷ διαμένοντες 9.53 οἴκῳ τοῦ σώματος ἀλλ' ἑκάστοτε ἄλλοι ἐξ ἄλλου γινόμενοι, διὰ προσθήκης τε καὶ ἀποποιήσεως ὡς πρὸς καινὸν σῶμα διὰ παντὸς ἀλλοιούμενοι. τί οὖν ξενιζόμεθα πρὸς τὸν θάνατον, οὗ ἀπεδείχθη μελέτη διηνεκὴς καὶ γυμνάσιον ἡ διὰ σαρκὸς οὖσα ζωή; κἂν τὸν ὕπνον εἴπῃς καὶ τὴν ἐγρήγορσιν, ἄλλην θανάτου λέγεις πρὸς τὴν ζωὴν συμπλοκὴν κατασβεννυμένης ἐν τοῖς καθεύδουσι τῆς αἰσθήσεως καὶ πάλιν τῆς ἐγρηγόρσεως ἐνεργούσης ἡμῖν ἐν ἑαυτῇ τὴν ἐλπιζομένην ἀνάστασιν. Ἀλλ' οὔπω τὸ προκείμενον ἡμῖν ἐσαφηνίσθη διὰ τῶν εἰρημένων τοῦ ἐπεισοδίου νοήματος πρὸς ἑτέραν θεωρίαν παραγαγόντος τὸν λόγον. πάλιν τοίνυν τὸ προτεθὲν ἀναλάβω μεν ὅτι οὐκ ἀχρήστως πρὸς τὴν προσδοκωμένην τῶν ἀγαθῶν ἐλπίδα οὐδὲ ἡ τοῦ σώματος φύσις ἔχει. εἰ μὲν γὰρ ἦμεν ὅπερ ἐξ ἀρχῆς ἐγενόμεθα, οὐκ ἂν πάντως τοῦ δερματίνου χιτῶνος προσεδεήθημεν ἐπιλαμπούσης ἡμῖν τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως. ὁ δὲ θεῖος χαρακτὴρ ὁ ἐπιφαινόμενος ἡμῖν τὸ κατ' ἀρχὰς οὐ ποιὰ σχήματός τινος ἢ χρώματος ἦν ἰδιότης, ἀλλ' οἷς τὸ θεῖον θεωρεῖται κάλλος τοιούτοις ἐκαλλωπίζετο καὶ ὁ ἄνθρωπος δι' ἀπαθείας τε καὶ μακα ριότητος καὶ ἀφθαρσίας τὴν ἐν τῷ ἀρχετύπῳ χάριν ἀπομιμού μενος. ἐπειδὴ δὲ δι' ἀπάτης τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν πρὸς τὸ κτηνῶδες καὶ ἄλογον ἑκουσίως τὴν ῥοπὴν ἔσχεν ὁ ἄνθρω πος, τὸ μὲν ἄκοντας ἀποστῆσαι τοῦ χείρονος καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι τοῖς μὲν ἀνεξετάστοις χρήσιμον ἴσως δοκεῖ, τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς ἐφάνη καὶ ἄδικον τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ 9.54 τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. ἐπειδὴ γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο καὶ μακάριος τῷ αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος), τὸ δι' ἀνάγκης αὐτὸν ἐπί τι μεταχθῆναι βιαίως ἀφαίρεσις τοῦ ἀξιώματος ἦν. εἰ γὰρ ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν βιαίως τε καὶ κατ ηναγκασμένως τῶν ἀρεσάντων ἀπέστησεν, ἀφαίρεσις ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον καὶ τῆς ἰσοθέου τιμῆς ἀποστέρησις. (ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον.) ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει καὶ τὸ κακὸν ἀπογέ νοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ θεοῦ τὴν ἐπίνοιαν τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν ὧν ἐπεθύμησεν καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ' οἵων ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως ἤτοι κατὰ τὴν παροῦσαν ζωὴν διὰ προσοχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς ἢ μετὰ τὴν ἐνθένδε μετάστασιν διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας. ὥσπερ γὰρ εἴ τις ἰατρικὸς ὢν καὶ πᾶσαν ἐπιστήμην τῶν τε