1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

περὶ ταύτης, καὶ τρανότερον τὴν δόξαν αὐτῆς ἀνακαλύπτων διαπρυσίως βοᾷ· Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς. Εἴδετε πάντες πῶς ἀνοίγει τῶν ἑορτῶν τὴν ὑπόθεσιν ἡ νηστεία; Ἐμάθετε πῶς τρανότερον αὐτῆς καταγγέλλει τὰς ἀριστείας καὶ τὰ κλέη; Γνωρίζετε πῶς ὑψοῖ αὕτη πρὸς τὸν πόθον τὸν πνευματικὸν τοὺς εἰσδεχομένους αὐτήν. Βούλεσθε σαφεστέρως αὐτῆς τὴν ὑπόθεσιν μαθεῖν; Ἀνοίξατε τὰ ὦτα ὑμῶν τῆς διανοίας, καὶ δέξασθε τοῖς λογισμοῖς ὑμῶν τὰ πνευματικὰ ᾄσματα, βρύοντα ἐκ τῆς πηγῆς τῆς ἀθανασίας ἀείῤῥυτα νάματα. Τί λέγεις, Προφῆτα; Ποῖον Ἰσραὴλ παρεισάγεις; τὸν σαρκικὸν, ἢ τὸν νοῦν ὁρῶντα Θεόν; τὸν ἐβδελυγμένον διὰ τὰς ἀκαθέκτους 56.528 θυσίας, ἢ τὸν ἐπεισαχθέντα διὰ τῆς τῶν Ἀποστόλων διδασκαλίας; τὸν αἵμασι κριῶν καὶ ταύρων θυσιάζοντα, ἢ τὸν ἀναιμάκτως θύοντα, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου; τὸν θύσαντα ἀντὶ Θεοῦ τοῖς γλυπτοῖς, ἢ τὸν ἀπὸ τῶν βωμῶν καὶ τῶν ξοάνων ἐξαρπαγέντα, καὶ εἰς υἱοθεσίαν πνευματικὴν ἀνακραθέντα; ∆ῆλον ὅτι τὸν νέον, τὸν περιούσιον διὰ τοῦ βαπτίσματος λαὸν, τὸν ἐν ὕδατι καὶ πυρὶ ἀνακαθαιρόμενον. Καὶ γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου ἀναφανδὸν βοᾷ· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Προσέχετε, ὅτι τὸν ἀρτιφανῆ λαὸν προσκαλεῖται διὰ τοῦ Προφήτου τῆς νηστείας τὸ δῶρον κατορθώσασθαι· οὐ γὰρ τοῦ Θεοῦ ἀποβαλλομένου αὐτῶν τὴν νηστείαν καὶ τὴν δέησιν καὶ τὰς νεομηνίας καὶ τὰ σάββατα, ἀλλ' ὅτι πλήρης αὐτῶν. ∆ιὰ δὲ τῶν πράξεων αὐτοὶ τῶν βεβήλων κατέλιπον τὸν Θεὸν, καὶ τὸν ἐκλεκτὸν λαὸν τὸν τὴν παρουσίαν τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ προκαταγγείλαντα αὐτοὶ ἀδίκως ἀνεῖλον, ὃν μὲν ἐν ξυλίνῳ πρίονι, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατήγαγον. Καὶ τί προφήτας λέγω; Αὐτοὶ γὰρ τὸν ἑαυτῶν ∆εσπότην ὡς κατάδικον ἐσταύρωσαν καὶ ἀνεῖλον λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν. Βλέπεις τὴν ἀλλοτρίωσιν, ἢν ἠλλοτρίωσαν ἑαυτοὺς διὰ τῶν ἔργων τῶν ἀτόπων; Ὁ Κύριος οὖν αὐτοὺς οὐκ ἀπώσατο, ἀλλ' αὐτοὶ ἑαυτοὺς ξένους τῆς προγονικῆς παῤῥησίας ἀπειργάσαντο. Ταῦτα οἱ υἱοὶ Ἰσραὴλ ἐμελέτησαν· οὕτως ὁ ἐκλεκτὸς λαὸς τοῦ Κυρίου ἐφρυάξατο, κατὰ τὸν θεοπάτορα ∆αυῒδ λέγοντα· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; καὶ τὰ ἑξῆς. Ὁρᾶτε, πιστοὶ, τῆς νηστείας τὴν χάριν; βλέπετε αὐτῆς τὰ βραβεῖα ἃ προξενεῖ τοῖς ἀτρέπτῳ γνώμῃ αὐτὴν κεκτημένοις; κατανοεῖτε τοὺς περιφρονοῦντας αὐτῆς τὴν νομοθεσίαν, οἷα σκληρὰ καὶ τραχεῖα δείκνυται; Ῥομφαία ἐστὶ λυομένη, ἐν προθύροις τῆς τοῦ Θεοῦ βασιλείας ἱσταμένη, καὶ ἐκθαμβοῦσα τοὺς μὴ μετὰ ἐπιεικείας καὶ πραότητος αὐτὴν εἰσδεχομένους· πάλιν δὲ νῶτα δίδωσι προσηνῶς πᾶσι τοῖς μετὰ καθαροῦ συνειδότος αὐτὴν προσλαμβάνουσι, καὶ πρὸς ἄληκτον βίον, καὶ χαρὰν ἄμοχθον, καὶ τρυφὴν ἀνώδυνον χειραγωγοῦσα, καὶ μυρίων ἀγαθῶν ἀντίδοσιν χορηγοῦσα. Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου. Ὁρᾶτε αὐτῆς τὴν παῤῥησίαν; ὁρᾶτε καὶ τὴν τιμὴν ἣν περιβέβληται; πῶς ἐξ ἀρχῆς κόσμου δεσπόζει τῶν εὐσεβῶν; πῶς τὰ μέτρα αὐτῆς ἀπὸ καταβολῆς τοῦ κόσμου τετήρηνται; πῶς δοξάζει τοὺς τιμῶντας αὐτὴν, καὶ τοὺς μὴ φυλάττοντας