1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Ὁρᾷς τῆς ἁμαρτίας τὴν ἐντροπήν; ὁρᾷς τῆς παραβάσεως τὴν ἀσχημοσύνην; ὁρᾷς τὸ δικαστήριον τὸ ἔνδοθεν γεγενημένον τῷ Ἀδὰμ, καὶ κατηγοροῦν τὴν αὐτοῦ ἐκ τοῦ Θεοῦ ἀλλοτρίωσιν; Καὶ εἶπεν ὁ Θεός· Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Ἀφῆκας ἐμὲ τὸν πλάσαντα, καὶ τῷ ἐχθρῷ προσῆλθες; εἴασας ἐμὲ τὸν δημιουργήσαντα, καὶ τῷ πλάνῳ συγκατέθου; Ἐγώ σοι ἐνετειλάμην τούτου μόνου μὴ φαγεῖν, καὶ σὺ τῷ διαβόλῳ σύμβουλος γέγονας; Εἶπεν ὁ Ἀδάμ· Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτημοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ὢ πρόφασις εὔλογον μὴ ἔχουσα! ὢ ἀπολογία μὴ ὠφελοῦσα τὸν λαλοῦντα! ὢ λέξις πικρὰ, μὴ διασώζουσα τὸν λέγοντα! Τὴν γυναῖκά σοι δέδωκα βοηθὸν, οὐκ αὐθεντοῦσαν· συνήγορον, οὐ δέσποιναν· ὁμογνώμονα, οὐ διδάκτριαν· σύζυγον, οὐκ ἄρχουσαν· ὑποχείριον, οὐχ ὑψηλοτέραν· συγκύπτουσάν σοι, οὐ κατακρατοῦσάν σου. Ὅθεν ὡς τῷ ἐχθρῷ ἀκροασάμενος, κἀμοῦ παρακούσας, δέχου τελείαν τὴν ἐπιτίμησιν, ἣν οὐ παρασαλεύσουσι μακροὶ αἰῶνες, ἣν οὐδεὶς ὑπερβήσεται τούτου τοῖς ὅροις, ἣν ὁ σῶμα φορῶν καὶ ἐλθὼν εἰς τὸν κόσμον, οὐ περάσει τοῦτο τὸ πέλαγος. Ὅρα, Ἀδὰμ, Ὅτι ἤκουσας τῆς φωνῆς τῆςγυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ὢ τῆς κατάρας ταύτης, ἥτις τὰ ὁρατὰ καὶ τὰ ἀόρατα τρέμειν ἐποίησεν! ὢ τῆς λέξεως, ἣν οἱ ἄπειροι αἰῶνες οὐ παρεσάλευσαν! ὢ τῆς ἐπιτιμήσεως, δι' ἧς ὁ πολυχρόνιος κόσμος αὐτὴν οὐκ ἐπαλαίωσεν! ὢ τοῦ ῥήματος, ὃ βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες φρίττουσι καὶ δεδοίκασι! Καὶ ἐξέβαλε Κύριος τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ προσέταξε Κύριος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὸν Ἐδὲμ παράδεισον, καὶ ἀδιάβατον τηρεῖν τὴν εἴσοδον, ἵνα μή τις τῶν σάρκα φορούντων καὶ τὴν παχύτητα τοῦ σώματος περικειμένων διέλθῃ ταύτης τὴν πύλην. Τὸ δὲ δεσποτικὸν ῥῆμα ἔργον γέγονε αἰώνιον, καὶ ἡ ἀπόφασις αὕτη θάνατον εἰς τὸν κόσμον εἰσήγαγε· καὶ βασιλεῖς ταύτην τὴν φωνὴν δεδοίκασι, καὶ ἄρχοντες τρέμουσι τὸ ῥῆμα τοῦτο, πλούσιοι εἰς τὴν ἀπόφασιν ταύτην ἔγκεινται, καὶ πτωχοὶ ὡς χρέος τοῦτο ἐκδέχονται, καὶ πάντες βροτοὶ ὡς τῆς φύσεως μέτοχοι τὸν θάνατον ἀναμένουσι. Τί γὰρ ἔπραττεν ὁ Ἀδὰμ ἔξω τοῦ παραδείσου καθήμενος; Ἦν σκάπτων, μετὰ κλαυθμοῦ ἐργαζόμενος, μετὰ στεναγμοῦ, ἱδρῶτι περιῤῥεόμενος, ἀχθοφορῶν, τοῦ ἡλίου τὸν καύσωνα μὴ φέρων, πηγνύμενος τῷ τῆς νυκτὸς παγετῷ, καὶ κλαίων οὐκ ἐπαύετο ἐννοῶν οἵας τρυφῆς ἐστερήθη, στεναγμοῖς ἐκέχρητο ἐκ κατωτάτου στήθους, λόγους ὀδυνηροὺς ἐξηρεύγετο τὸ στόμα αὐτοῦ· καὶ πρὸς τὴν Ἐδὲμ τοὺς ὀφθαλμοὺς ἀναπετάζων, τὴν κάραν τε κινῶν ἔνθεν κἀκεῖθεν, γοερῶς ἀπωδύρετο, καὶ ἐν κλαυθμῷ ἀπαραμυθήτῳ ἐκραύγαζε φωνῇ μεγάλῃ! ὢ πόσων ἀγαθῶν τῶν σῶν ἠλλοτρίωμαι, πανόλβιε παράδεισε! ὢ πόσης εὐφροσύνης ἐνεπίμπλατό μου ἡ ψυχὴ θεωροῦντος τὸ σὸν κάλλος! ὢ πόσης ἀγαλλιάσεως ἀπήλαυον ἔνδοθέν σου καθήμενος. Πῶς εὐφραινόμην ἐκ τῆς ὀσμῆς τῶν ἀνθέων σου! πῶς προέκειτό μοι ἡ ἄμοχθος τράπεζα! πῶς ἀνέβλυζέ μοι ὁ κρατὴρ ὁ ἀείζωος! πῶς ἐνήδυνέ μου τὸ πνεῦμα ἡ τῶν ἀγγέλων πολιτεία! πῶς περιέλαμπέ μου τοὺς ὀφθαλμοὺς τὸ φῶς τὸ ὑπέρλαμπρον. Πάντα τὰ ποιήματα ὡς βασιλεῖ τὴν τιμήν μοι προσέφερον! Πᾶσι τοῖς θηρίοις φοβερὸς καθιστάμην· πᾶσι τοῖς