1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

ἀσχημοσύνην τῆς σαρκός μου σκεπάσω; πότε ὑποδύσομαι τοῖς ποσὶ πρὸς τὸ μὴ κατακεντᾶσθαι ὑπὸ τῆς θεόθεν ἀνατειλάσης μοι ἀκάνθης; πότε σκέπασμα ποιήσω πρὸς τὸ σπογγίσαι τὸν τοῦ προσώπου μου ἱδρῶτα, ὅν μοι προεξένησας, γύναι, ἐξ ἀφροσύνης; Σὺ ἀέργως μένουσα οὐχ ὁρᾷς τὴν συμφοράν· ὅτε δὲ τέξεις τέκνον, τότε τῆς ἀποφάσεως ἡ δίκη ἐπὶ σοὶ ἀνατελεῖ. Ὅτε τὸ ἔκγονον ἀπὸ τῆς κοιλίας σου μέλλει ἐξέρχεσθαι, τότε μνησθήσῃ τῶν ῥημάτων μου· ὅτε ἐν ὀδύνῃ τοὺς πόνους ὑπομενεῖς, τότε τῆς ἀποφάσεως ὁ καιρός σοι ἐξανθήσει· ὅτε σε καταλαβοῦσιν αἱ ὠδῖνες, τότε τοῦ Θεοῦ τῆς κατάρας μνημονεύσεις. Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ Ἀδὰμ πρὸς τὴν ὁμόζυγον ἐν πικρίᾳ ψυχῆς προσεφώνει· τούτοις τοῖς λόγοις καταπλήττων τὴν Εὔαν καθ' ἑκάστην ἡμέραν, 56.535 ἀπαραμύθητον τὴν ᾠδὴν ἐτραγῴδει· τούτων τῶν θλίψεων ὁ πρωτόπλαστος τὸ πέλαγος κεκτημένος, τὴν θεήλατον πολυμόχθως ἐξεπλήρου ὀργήν. Ἠκούσατε, ὦ τέκνα, τοῦ Ἀδὰμ τὴν διάπλασιν· ἐγνώκατε αὐτοῦ τῆς τιμῆς τὴν ἀξίαν· ἐμάθετε τὰ ἐκ Θεοῦ δοθέντα αὐτῷ· ἐθεάσασθε αὐτοῦ καὶ τῆς παραβάσεως τὴν ἐξέωσιν· ἐκλαύσατε αὐτοῦ τὴν ἀπαραμύθητον τραγῳδίαν· ἐβλέψατε αὐτὸν ἀπέναντι τοῦ παραδείσου στυγνὸν καὶ κατηφῆ γεγονότα. Στήσομεν μέχρι τούτου τὸν λόγον, ἢ διηγησόμεθα ἅπερ ἡμῖν ἡ Εὔα κληρονομίαν ἐχθίστην κατέλιπε ταῖς μετέπειτα γενεαῖς; Ἀναγκαῖον μηκῦναι τὸν λόγον πρὸς τὸ ὑποδεῖξαι πᾶσι τὴν ἐκ τῆς κατάρας θεόθεν γενομένην πληγήν· πῶς εὔδηλος ἡμῖν ἡ δίκη γέγονε, καὶ τοὺς ὅρους αὐτῆς μέχρις αἰῶνος συντηρεῖ, καὶ τὸ τοῦ Θεοῦ ἀψευδὲς στόμα τὸ ἀποφηνάμενον αὐτῇ· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· καὶ βεβαιοτέραν τὴν λέξιν φανεροῖ ταῖς γενεαῖς ταύταις. Ὥσπερ γὰρ μορφὴν μητρὸς εἰκονίζει θυγάτηρ, εἴτε δι' ὀφθαλμοῦ, εἴτε διὰ προσώπου, εἴτε διὰ ἡλικίας· οὕτω καὶ νῦν μέχρις αἰῶνος εἰσῆλθε κοσμικὴ ἡ δίκη, καὶ ἕως τῆς συντελείας τὰ μέτρα αὐτῆς οὐ παρασαλευθήσονται. εʹ. Ἀλλὰ τὸν νοῦν ὑμῶν ἀναπετάσαντες πρὸς τὴν τῆς διηγήσεως ἐξέτασιν ἐμφιλοχωρήσατε, καὶ τὰ τῆς ἀληθείας διηγήματα ἐν ταῖς ὑμῶν διανοίαις περιθέντες, ἀσμένως ταῦτα ἀκούσατε. Οὐ γὰρ περὶ σωφρόνων καὶ δικαίων γυναικῶν τὸ θέατρον τοῦ λόγου ἀνεκαθήραμεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀκολάστων καὶ βεβήλων ὁ λόγος τῆς διηγήσεως ἀνιστορήσει. Ποίαν τάξιν αὐτῶν ὁ λόγος παραστήσει; τῶν παρθένων, τῶν ἀνδρῶν κοίτην μὴ ἀγνοούντων; τῶν ἐν γάμῳ περιελθόντων καὶ τεκνογονίαις μητέρων γενομένων; ἢ τῶν ἐγκαταλιμπανομένων ἐν χηρείαις, καὶ τὸν τοῦ Θεοῦ φόβον μὴ κεκτημένων; Ἀλλὰ πάντως τὴν πρώτην ἡλικίαν δίκαιον καὶ ὅσιόν ἐστι πρῶτον ἐξετάσαι, καὶ οὕτως εἰς τὰς μετέπειτα ἀξίας ἐπεισελθεῖν. Φέρε οὖν τῶν νεανίδων τὸ τάγμα εἰς μέσον παρεισάξωμεν, τῶν δοκούντων εἶναι παρθένων, καὶ ἐγκαυχωμένων τῇ ἁγνείᾳ αὐτῶν, καὶ περὶ τούτων τὸν λόγον παραστήσωμεν. Τί αὐτῶν εἴπω; Τὰ σχήματα, τὸ ἦθος, τὴν σύνεσιν, πῶς ἀγρεύουσι τοὺς νέους τοῖς δικτύοις αὐτῶν καὶ τοῖς δελεάσμασι. Πολλάκις ἐν τοῖς κουβουκλείοις αὐτῶν διερχόμεναι, καὶ τόπον ἐκ τόπου διατρέχουσαι, διὰ τοῦ βαδίσματος τῶν ποδῶν κτύπον ἀποτελοῦσι, καὶ μειδιάμασιν ἀσχημοσύνης θορύβων καὶ κρότων τὰς ἀκοὰς τῶν νέων διηχοῦσι, καὶ ἐκ θυρίδος εἰς θυρίδα ἀναπετῶσαι τὰς χεῖρας, μέχρι στέρνων ἀναισχύντως αὐτὰς ἐπιδιδόασι· νεύμασι σατανικοῖς τοξεύουσαι τῶν ἀκολάστων τὰς ὄψεις, χρυσίον ἐπὶ τὸ στῆθος φέρουσαι, καὶ δακτυλίους ἐν ταῖς ἑαυτῶν χερσὶ περιβεβλημέναι, καὶ ἐν ταῖς ἀκοαῖς αὐτῶν ἐκ μαργάρων καὶ ὑακίνθων τὴν τῆς εἰκόνος μορφὴν ἀλλοιοῦσαι, καὶ τοῦ προσώπου τὸ