1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

μάρτυρας ἀξιοπίστους παρήγαγον· οὐχὶ τούτους μόνον ἐν τῇ Γραφῇ ἐγκειμένους. Ἀλλ' Ἐπὶ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, ἵνα μὴ μακρὸν τὸν λόγον τῆς διηγήσεως ἐφαπλώσωμεν. ∆ιὸ ἡμᾶς Κύριος ὁ Θεὸς ἐκσπάσας ἐκ τῆς πλάνης ταύτης καὶ τῆς αἰσχύνης καὶ τοῦ ὀνειδισμοῦ, καὶ ἐν σωφροσύνῃ διάγειν οἰκονομήσει· καὶ ὑμᾶς ἐν καθαρῷ συνειδότι πρὸς τοὺς συζύγους εἶναι, καὶ τὰ τέκνα καὶ τοὺς δούλους, καὶ τοὺς πλησίον προσηνεῖς καὶ ἱλαροὺς ἀπεργάσαιτο, ὅπως καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθήσησθε συμμέτοχοι γενέσθαι. Ἀλλ' ἐπειδὴ καὶ τρίτον τάγμα ἐπηγγειλάμην τὸ τῆς χηρείας εἰπεῖν, τοῦτο καὶ ποιήσομαι, μικροῖς καὶ περὶ αὐτῶν χρησάμενος ῥήμασι. Χήραν γυναῖκα κατὰ τὸν ἀπόστολον Παῦλον τοιαύτην εἶναι χρή· τεκνοτρόφον, τῶν ἁγίων ταῖς μνείαις κοινωνοῦσαν, ξένοις τὴν διακονίαν ἐκτελεῖν, καὶ μὴ ἐπιτρέχειν ἐν ἐπιτηδεύμασι τῶν ἑαυτῆς λογισμῶν. Φησὶ γὰρ, περιβεβλημένη, μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, χιτῶνα χηροσύνης, καὶ κατανενυγμένη, πᾶσι δεικνυομένη τοῖς ἤθεσιν. Ἄτακτος δὲ χήρα ἄγριον θηρίον ὑπάρχει, καὶ κατ' οἴκους διερχομένη, ῥήματα ἀπρεπῆ προβάλλεται· Πτωχὴ ὑπάρχω, χήρα ἀπερί 56.538 στατος· πλοῦτος πολὺς ὑπῆρχέ μοι ἔν τε ἀγροῖς, ἐν οἴκοις, καὶ τετραπόδοις καὶ ἱματισμοῖς, καὶ ὁ σύζυγός μου ἀμύητος ὢν τέχνης κοσμικῆς, αὐτὰ κατηνάλωσε· προὶξ ὑπῆρχέ μοι πολυτελής· ὅσα αὐτῷ ἐλάλουν οὐχ ὑπήκουεν· ἀλλὰ τῷ ἰδίῳ φρονήματι αὐτοῦ καὶ μὴ θέλουσα συνήγορος ὑπῆρχον· οὐδέν μοι κατέλιπεν. Ὃν δὲ ζῶντα ἠσπάζετο καὶ ἠγκαλίζετο, τοῦτον μετὰ θάνατον θρίαμβον τοῖς φίλοις καὶ τοῖς συγγενέσιν ἐποίησεν. Ἡ τοιαύτη μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, περιβλέπεται ἔνθεν κἀκεῖθεν, ποῦ παράκοιτον εὕρῃ κρύφιον, καὶ προφάσει προσευχῆς ἢ ἐπιμελείας τοῦ οἴκου αὐτῆς θρίαμβος τοῖς πολλοῖς καθίσταται· καὶ πράξεις ἀθεμίτους ἐκτελοῦσα, καὶ κατὰ γαστρὸς συλλαμβάνουσα, κρύφιον αὐτὸ κατέχει, μυρία τεχνάσματα πρὸς ἑαυτὴν περιποιοῦσα, πρὸς τὸ ἐκτρῶσαι τὸ βρέφος ἐκ τῆς κοιλίας αὐτῆς, εἴτε διὰ δηλητηρίου, εἴτε δι' ἑτέρων παρανόμων γυναικῶν. Καὶ τὸν φόβον τοῦ Θεοῦ τοῦ ἐφορῶντος τὰ πάντα οὐ κατέχει ἐν τῇ ἑαυτῆς καρδίᾳ· ἀλλὰ τὴν ἁμαρτίαν πράττουσα οὐκ ἐρυθριᾷ, καὶ τὸν καρπὸν τὸν γινόμενον ἐξ αὐτῆς αἰσχύνεται καὶ ἐντρέπεται. Πόσους γὰρ ἑώρακα δούλους δεσπότας διὰ φιληδονίαν κακοήθων τοιούτων γυναικῶν; τοὺς ἐλευθέρους παῖδας μετὰ φόβου, καὶ τρόμου παρεστῶτας αὐτοῖς, τὰς χεῖρας ἐν τοῖς στέρνοις αὐτῶν δεδεμένας ἔχοντας, κἂν μὴ θέλωσι, καὶ τούτους χρυσοζώνους καὶ σηρικοφόρους περιπατοῦντας; Ἠκούσατε, φιλόχριστοι, τοῦ λόγου τὴν ἐξήγησιν; ἐγνωρίσατε τὴν ὑπόθεσιν τῆς ἱστορίας; Ἐδιηγησάμην τῶν γυναικῶν τῶν ἀκολάστων καὶ ἀφρόνων τὰ τρόπαια. Τούτους τοὺς τρόπους ἡ Εὔα ἐδίδαξε, καὶ ἡ ταύτης ἐπιτίμησις, καὶ τῆς παρακοῆς ἡ γεῦσις. Ἀλλὰ τῶν σωφρόνων καὶ ἐνδόξων γυναικῶν μνημονεύσαντες ὀλίγον, καταπαύσομεν τὸν λόγον. Ἴδε μοι σώφρονα γυναῖκα τὴν Σαραφθίαν, τὴν τὸν προφήτην Ἠλίαν θρέψασαν ἐν καιρῷ λιμοῦ. Ἴδε μοι τὴν Σωμανῖτιν, ἥτις ἐφιλοξένισε τὸν Ἐλισσαῖον ἐν τῷ οἴκῳ αὐτῆς, ἐφ' ᾧ καὶ τὸν παῖδα αὐτῆς ἀνέστησεν. Ἴδε μοι τὴν Ἄνναν, τὴν τῆς στειρώσεως δεσμὰ διαλύσασαν, καὶ τέξασαν τὸν Σαμουὴλ, καὶ διὰ προσευχῆς καὶ δεήσεως μητέρα ἀναδειχθεῖσαν. Ἴδε μοι τὴν Σάῤῥαν καὶ τὴν Ῥεβέκκαν, τὴν καθαρὰν καὶ ἀμίαντον αὐτῶν συνοίκησιν, ἣν ἐπεδείξαντο τοῖς πατριάρχαις. Ἴδε μοι τὴν Σωσάνναν, τὴν διὰ σωφροσύνης κατακρίνασαν θανάτῳ πρεσβυτέρους ἀδίκους. Ταύτας τὰς γυναῖκας ζηλώσατε, τῆς μὲν τὸ ἀμίαντον, τῆς δὲ τὴν προσευχήν· ἄλλης τὸ φιλόξενον, ἑτέρας τὴν σωφροσύνην, ἄλλης τὸ θεάρεστον, ἵνα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ τιμὴ καὶ δόξα, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ