1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

ἐξουθενεῖ; Καθὼς ἀνωτέρω τοῦ λόγου εἴρηται, τὸν πρῶτον ἄνθρωπον μὴ φυλάξαντα τὴν νηστείαν, ἐν ἐπιτιμίοις καὶ ἐσχάτῃ πτωχείᾳ καθεστῶτα, καὶ πόῤῥω τοῦ παραδείσου γεγονότα διὰ τὴν ταύτης καταφρόνησιν ἔγνωμεν. βʹ. Ἀκούσωμεν οὖν ἐξ ἀρχῆς τῆς ἱστορίας ἣν ὁ θεόπτης Μωϋσῆς ταῖς μετέπειτα γενεαῖς ἐξηγήσατο, μᾶλλον δὲ ὁ ∆εσπότης τοῦ Μωϋσέως, ὡς πατὴρ φιλόστοργος, ἡμῖν ἀπεκάλυψεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις· καὶ γὰρ τὴν διήγησιν ταύτην ἐν ἐπιτόμῳ βούλομαι διεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Εἶδες, ἀγαπητὲ, τὴν Γραφὴν, πῶς σαφεστέραν ἡμῖν τὴν λύσιν χαρίζεται; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὸ φῶς εἰς τὸν κόσμον, ἐγίνωσκε τὴν οὐσίαν αὐτοῦ ὅτι καλὸν ἦν· ἀλλὰ τὰς ἡμετέρας διανοίας ἐγείρων πρὸς τὴν τοῦ κατασκευαζομένου δύναμιν καὶ δυναστείαν. Εἰ μὴ γὰρ 56.529 ἦν καλὸν, οὐκ ἂν αὐτὸ ἐποίησε, καὶ τὸ σκότος ἀπ' αὐτοῦ διεχώρισεν· εἰ μὴ ποθεινὸν ἦν, οὐκ ἂν ἐκάλεσεν αὐτὸ φῶς, καὶ τὸ σκότος νύκτα, ἵνα ἐν τῷ φωτὶ αὐτοῦ πορευώμεθα διαπαντὸς, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ ἀδολεσχῶμεν. Ἠδύνατο γὰρ ὁ Θεὸς ἑνὶ λόγῳ καὶ μιᾷ ῥοπῇ πάντα ἃ ἐποίησεν ἐν ταῖς ἓξ ἡμέραις ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστῆσαι. Ἀλλ' οὐκ ἔδωκε χώραν τοῖς μετέπειτα γινομένοις· Ἕλλησι λέγω καὶ τοῖς σοφοῖς, οἳ ἐμωράνθησαν ἐν τῇ σοφίᾳ αὐτῶν· τὸν γὰρ νόμον αὐτοῦ οὐκ ἐφύλαξαν, διὸ καὶ ἡ σοφία αὐτῶν εἰς ἀσυνεσίαν κατεγνώσθη. Τὰ γὰρ ἐν ἓξ ἡμέραις δημιουργηθέντα οὐκ ὤκνησαν οἱ τὴν κτίσιν μυθολογοῦντες εἰπεῖν αὐτομάτως γενέσθαι, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἥλιον καὶ σελήνην καὶ πάντα τὰ ὁρώμενα. Εἰ ἐν μιᾷ ὥρᾳ ταῦτα ἡ σοφία τοῦ Θεοῦ ἐποίησε, τίνα οὐκ ἂν πρόφασιν ἀναισχυντίας προβάλλεσθαι εἶχον; Ἀλλ' αὐτὸς ὡς προνοητὴς ἐκώλυσεν αὐτῶν τὰς ἀδίκους γλώσσας καὶ ἰοβόλους, τὰς κατὰ τοῦ ποιητοῦ ἐπαιρομένας, καὶ παρὰ τὸν κτίσαντα τῇ κτίσει λατρευσάσας. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὸν εἱρμὸν τῆς διηγήσεως ἐπὶ τὰ πρόσω φέροντες. Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Εἶδες ἔργον ἐκπλῆττον διανοίας βροτῶν, ὅτι ἄνευ στύλων καὶ ἄνευ μοχλῶν τὸ δημιούργημα τοῦτο συνέστηκε μέχρι συντελείας τοῦ αἰῶνος; Ὡς θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ τίς ἱκανὸς ἐξιχνιάσαι αὐτά; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Ταῦτα τῷ ῥήματι τοῦ προστάσσοντος ἄρδην παρίσταντο· οὐδὲν ὑπῆρχε τὸ κωλύον, οὐδὲν τὸ παρεμποδίζον. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς τὴν Γραφὴν διανοίγουσαν ἡμῶν τὰς διανοίας πρὸς τὰ τελειότατα; Ποῦ εἰσιν οἱ λέγοντες, Οὗτος ὁ καρπὸς πικρὸς, αὕτη ἡ βοτάνη δηλητήριον ἐπάγεται, τοῦτο τὸ ὄρνεον σαρκοβόρον τί ἡμῖν καλὸν προξενεῖ; Ἄλλο κράξαν θάνατον