1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουργίας; εἶδες βασιλέα τῆς κτίσεως καθεστῶτα τὸν Ἀδάμ; εἶδες τιμὴν ὑπερβάλλουσαν τὸν ἐν τῇ χειρὶ δημιουργηθέντα; Μάθε αὐτοῦ καὶ τὰ χαρίσματα, ἃ παρέσχεν αὐτῷ ὁ Θεὸς μετὰ τῆς πλάσεως. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ ἐξανέτειλεν ἐκ τῆς γῆς ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι καλὸν καὶ πονηρόν. Βαβαὶ τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης! βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων! βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ! Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία, ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν, ἐκ χοὸς βασιλέα τῆς κτίσεως ἐχειροτόνησεν· ἀπὸ γῆς ὑπέρτιμον ἀγγέλοις ἀνέδειξεν· ἐκ τῆς ἀψύχου ἔμψυχον ἴνδαλμα ἐπεισήγαγε. Ποίαν ἀρετὴν ἐπεδείξατο ὁ Ἀδὰμ, ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο; ποίους ἀγῶνας καὶ ἱδρῶτας ὑπέμεινεν, ὅτι τοιούτων στεφάνων ἐπέτυχε; ποίαν δοξολογίαν ἤνεγκε τῷ ποιήσαντι, ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε; ποῖον ἔργον ἔνδοξον ἀπετέλεσεν, ὅτι ἄμοχθον βίον ἐπεσπάσατο; ποίαν δουλείαν θεάρεστον κατειργάσατο, ὅτι τοιαύτης ἀπήλαυσε δωρεᾶς; Ἀλλ' ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο. Ἐπέβαλε γὰρ, φησὶν, ἐπὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔκστασιν, καὶ ὕπνωσε, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνέπλασε γυναῖκα. Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου! ὄντως ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ! Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας, ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε. Πόσην χαρὰν τότε ἦν εἰληφὼς ὁ Ἀδὰμ, ὅτε ἐθεάσατο ἀπὸ τοῦ ὕπνου παρακαθιζομένην αὐτῷ τὴν γυναῖκα; πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότροπον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν; πόσης θυμηδίας καὶ προφητείας ἠξιώθη, ἐν τῷ θεάσασθαι Ἀδὰμ Εὔαν, τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοῦ μορφὴν ἰδίαν καὶ χαρακτῆρα ἄντικρυς παρισταμένην; Ὅθεν ἐν ἀγαλλιάσει 56.531 ψυχῆς προεφήτευσεν ἀναφανδὸν τὴν ἀλήθειαν· φησὶ γὰρ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἰδίου ἀνδρὸς ἐλήφθη. Εἶδες προφήτην τηλαυγέστατα προλέγοντα τὰ μετέπειτα γενησόμενα; εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ, καὶ χάριτος, ἧς ἠξίωται; εἶδες ἐξαίρετον λόγον τὸν μετὰ πολλὰς γενεὰς ἕως ἐσχάτων βεβαιούμενον; δʹ. Ἀλλ' οὐκ ἤνεγκε τὴν μεγίστην παῤῥησίαν καὶ τοῦ Πνεύματος τὴν χορηγίαν ὁ σκολιώτατος δράκων. Οὐκ ἔφερε τοῖς ὀφθαλμοῖς αὐτοῦ θεωρεῖν τὴν τιμὴν καὶ τὴν χάριν τοῦ πλάσματος, ἣν εἴληφε παρὰ τοῦ ∆ημιουργοῦ· ἀλλ' ἅπερ ἐμελέτησε, ταῦτα καὶ κατειργάσατο. Εὑρὼν γὰρ ὄργανον τῆς ἑαυτοῦ σκαιωρίας καὶ κακοβουλίας τὸν ὄφιν, συνεργὸν ποιεῖται τῆς κακίας αὐτοῦ· καὶ οὐκ ἐτόλμησε πρὸς τὸν Ἀδὰμ εἰσελθεῖν, ἀλλὰ πρὸς τὸ σαθρότερον καὶ ἁπαλώτερον, καὶ τῷ φρονήματι καὶ τῇ πράξει. Καὶ μηδεὶς τοῦ Θεοῦ τὴν δημιουργίαν μέμψοιτο. Ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐποίησεν ὁ Θεὸς, οὕτως καὶ τὴν Εὔαν ᾠκοδόμησε, τοῦ αὐτοῦ κράματος, τοῦ αὐτοῦ φυράματος, τῆς αὐτῆς τάξεως. Ἀλλ' ἡ βουλὴ τοῦ ἀντικειμένου ἐποίησε σαθρὸν καὶ τὸ σῶμα καὶ τὴν φρένα τῆς Εὔας. Ὁ γὰρ ἐκ γῆς χοϊκὸς γενόμενος ἀθάνατος, καὶ τὴν ἀξίαν τῆς διαπλάσεως εἰληφὼς χειρὶ τοῦ Παντοκράτορος, καὶ ὁ τῆς ἀνθρωπίνης ἐπωνυμίας διὰ δεσποτικῆς ἀξίας προσλαβὼν τὸ ὄνομα, καὶ ἧς οὐκ ἦν ἄξιος προσηγορίας ἀκούσας, ταύτης καὶ τὴν πρᾶξιν