1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ἁμαρτωλῶν λέγει· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ τῶν ἐγερθέντων νεκρῶν, Ἀναστήσονται οἱ νεκροί· καὶ περὶ τῶν κατεχομένων ψυχῶν, Καὶ οἱ ἐν σκότει καθήμενοι, φῶς ἀνέτειλεν ὑμῖν. Καὶ περὶ τοῦ Καϊάφα καὶ Ἡρώδου λέγει· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Ἀβραάμ· καὶ περὶ τοῦ Ἰούδα, Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν· καὶ περὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων καὶ ἀρχιερέων, Ἥξει Κύριος εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ περὶ τοῦ σταυροῦ· ∆εῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ περὶ τοῦ λῃστοῦ τοῦ ἐκ δεξιῶν, ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν· καὶ περὶ τοῦ τάφου· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ· καὶ περὶ τοῦ στεφάνου τοῦ ἐξ ἀκανθῶν, Ἡ ἄμπελός μου ἀντὶ βοτρύων ἀκάνθας ἐβλάστησε· καὶ περὶ τοῦ πειρασθῆναι ὑπὸ τοῦ Πονηροῦ, Ἐχθρὸς ὠνείδισε τὸν Κύριον· καὶ περὶ τοῦ κληθῆναι Υἱὸν ἀνθρώπου, Καὶ ἐπὶ Υἱὸν ὃν ἐκραταίωσας ἑαυτῷ· καὶ περὶ τῆς ταφῆς αὐτοῦ, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου, Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; καὶ περὶ τῆς ἀναλήψεως αὐτοῦ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ· καὶ περὶ τῆς ἄνω καθέδρας, Κάθου ἐκ δεξιῶν μου. Καὶ τί πολλὰ λέγω; Ὅλας γὰρ τὰς προφητείας οὐδὲ οἱ ῥήτορες ἐξαγγέλλουσι τὰς περὶ τῆς χάριτος τοῦ Χριστοῦ ᾀδομένας. Θέλεις γνῶναι καλῆς ἱστορίας ἀσφάλειαν; ὅτι περὶ τὴν Καινὴν ∆ιαθήκην ἡ Παλαιὰ ἐζωγράφησε, καὶ τὰ ὧδε οἰκονομούμενα, ἐκεῖ σκιογραφούμενα;

Βλέπε μοι αὐτὸν ἐκεῖ εἰς τὴν σκηνὴν τοῦ Ἀβραὰμ μετὰ δύο ἀγγέλων παραγενόμενον, καὶ ὧδε μετὰ δώδεκα μαθητῶν εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον. Βλέπε μοι αὐτὸν ἐκεῖ δύο ἀδελφοὺς εἰς ἱερωσύνην καλέσαντα, καὶ ὧδε δύο ἀδελφοὺς εἰς ἀποστολὴν ἐκλεξάμενον· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Πέτρος καὶ Ἀνδρέας ἐν τοῖς ἀποστόλοις αὐτοῦ. Βλέπε μοι αὐτὸν ἐκεῖ τὸν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἐγείραντα, καὶ ὧδε τῆς χήρας τὸν μονογενῆ δι' ἑαυτοῦ ἐγείραντα· ἐκεῖ δι' Ἑλισαίου τὸν Νεεμὰν καθαρισθέντα, καὶ ὧδε δι' ἑαυτοῦ τὸν λεπρὸν ἀπολούοντα· ἐκεῖ τὴν Μαριὰμ ἀδελφὴν τῶν ἁγίων προφητῶν ἐμβιβάζοντα, καὶ ὧδε τὴν αὐτὴν προσηγορίαν ἀδελφῆς τῶν ἁγίων ἀποστόλων ἐπονομάσαντα· ἐκεῖ ἐκ τῶν προφητῶν τέσσαρας μεγαλύναντα, καὶ ὧδε τὸν ἀριθμὸν τέσσαρας εὐαγγελιστὰς σεμνύνοντα.

Ἐκεῖ δώδεκα προφήτας ἑτέρους ἐτύπωσε, καὶ ὧδε δώδεκα τὸν ἀριθμὸν ἀποστόλους ἐκάλεσεν· ἐκεῖ τοῖς μεγάλοις προφήταις ὑπουργοὺς ἀνέδειξε, καὶ ὧδε τοῖς ἀποστόλοις ἑβδομήκοντα. Θαδδαῖος ἐτύγχανε τοίνυν ὁ θεραπεύσας τὸν Ἄβγαρον. Ἐκεῖ Ἰησοῦς ὁ τοῦ Ναυὴ τοὺς βασιλεῖς τῆς Παλαιστίνης ἐπαίδευσεν, ὧδε Ἰησοῦς ὁ ἀληθινὸς Θεὸς τοὺς βασιλεῖς τῆς οἰκουμένης ἐδόξασεν· ἐκεῖ δώδεκα 61.693 πηγαὶ ἐν Ἐδὲμ βρύουσιν, ὧδε δώδεκα μαθηταὶ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης βάπτισμα πηγάζουσιν· ἐκεῖ ἑβδομήκοντα στελέχη φοινίκων ἐδείχθησαν, ὧδε ἑβδομήκοντα μαθηταὶ τῶν ἀποστόλων ἐβλάστησαν· ἐκεῖ τὸ πικρανθὲν ὕδωρ ξύλον ἐγλύκανε, καὶ ὧδε τὸ πικρότατον τῶν ἁμαρτιῶν εἰς γλυκεῖαν χαρισμάτων πηγὴν τοῦ σταυροῦ τὸ ξύλον μετέβαλεν· ἐκεῖ ἡ σκηνὴ τοῦ μαρτυρίου ἡγιάσθη, ὧδε ἡ σκηνὴ τοῦ παστοφορίου ἐδοξάσθη· ἐκεῖ ∆αυῒδ ἐμελῴδησε τοὺς ὕμνους, καὶ ὧδε Παῦλος ἐκελάδησε τὰς διδασκαλίας· ἐκεῖ Ἠλίας ἐκ τῶν προφητῶν ἀνεδείχθη παρθένος, καὶ ὧδε ὁμοίως Ἰωάννης ἐκ τῶν ἀποστόλων παρθένος· ἐκεῖ Ἠλίας ἐν τῷ ἅρματι ἐκάθησε τῷ πυρίνῳ, καὶ ὧδε Ἰωάννης ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Κυρίου· Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Ἐκεῖ τρεῖς ἀνεδείχθησαν μεγάλοι, ἔχοντες τοῦ Σωτῆρος τὸ ὄνομα, τῆς ἐνδόξου Τριάδος δηλοῦντες τὸν χαρακτῆρα, οἱ τρεῖς ἅγιοι δυνατοί. Οὐ γὰρ ἁπλῶς ἦσαν τῶν τυχόντων, οὐδὲ τῶν ἀγεννῶν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ μέγας ἐν ἱερεῦσιν· ἔπειτα οἱ τρεῖς ἀξιόπιστοι μάρτυρες τὸν ὑπογραμμὸν σεμνύνουσι τῆς ἁγίας Τριάδος. Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν. Οὐ γὰρ ἀφίσταμαι τοῦ προφήτου λέγοντος·