1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

ἑαυτοὺς ἀλύτοις δεσμοῖς κατεχομένους, ἀνεβόησαν μετὰ ἰσχυρᾶς κραυγῆς· Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπον;

Μαστιγοῦντας ψυχὰς ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν ἐφ' ἡμᾶς δικαίαν· οὐ γὰρ ἐκρίνομεν δικαίως· διὰ τοῦτο κρινόμεθα, διὰ τοῦτο φειδοῦς οὐ τυγχάνομεν. Ἀνίλεως γὰρ ἡ κτίσις τῷ μὴ ποιήσαντι ἔλεον. Κατέκλεισεν αὐτοὺς εἰς τὰ ταμιεῖα τοῦ ᾅδου, ὑπὸ ὀσμῆς δρακόντων κολαζομένους, δήσας αὐτοὺς δεσμοῖς ἀλύτοις. Λαβὼν δὲ τὰς ψυχὰς πάσας συνῆξεν ὁ Κύριος, καὶ τὴν προφητείαν Ἱερεμίου ἐπλήρωσε. Συνήγαγε πέρδιξ ἃ οὐκ ἔτεκεν. Ἃς γὰρ ὁ ἐχθρὸς κατήγαγεν εἰς τὸν ᾅδην, ταύτας ὁ Κύριος συνήγαγεν· ἃς ἐκεῖ ἔτεκεν ὁ διάβολος, μᾶλλον δὲ διεσκόρπισε, ταύτας συνήγαγεν ὁ Χριστός. Ἀνάστητε, εἶπεν ὁ Κύριος, καὶ ἀναβῶμεν εἰς τὸν οὐρανόν. Τοῦτο δὲ ὅλον γέγονε πληροῦν τῆς προφητείας τὸ αἴνιγμα, Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος· τουτέστιν, εἰς τὴν οὐράνιον Ἱερουσαλήμ. Αἱ κάτω πύλαι ἠνοίγησαν, μᾶλλον δὲ συνετρίβησαν· ἀνάγκη λοιπὸν ἀνοιγῆναι καὶ τὰς ἄνω πύλας τῶν οὐρανῶν· καὶ γὰρ καὶ οἱ ἄνω πυλωροὶ ἀγνοοῦντες ἐκώλυον. Ὡς γὰρ κατῆλθεν, οὐκ ἔγνωσαν· διὰ τοῦτο ἀνερχόμενον αὐτὸν οὐκ ἐγνώρισαν, καὶ τέως τρακτεύειν ἐπεχείρουν (εἶχε γὰρ μεθ' ἑαυτοῦ τὰς ψυχὰς ὁ Κύριος, ἃς ἐλυτρώσατο, καὶ τὸν λῃστὴν, μᾶλλον δὲ μαθητὴν), λέγοντες· Τίς ἐστιν ὁ μετὰ τοσαύτης παρατάξεως ἐρχόμενος; Οἱ δὲ προαγαγόντες ἄγγελοι ἐσήμαινον τῆς θεότητος τὸ ἀξίωμα. Οἱ δὲ οὐκ ἠπείγοντο, ἀγνοίᾳ τρυχόμενοι· Καὶ εἰ ὁ Κύριός ἐστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; μὴ γὰρ καὶ ἄλλοτε οὐ κατέβη, καὶ τὴν κιβωτὸν διετάξατο ἐπὶ τοῦ Νῶε; ἐπὶ τοῦ Ἀβραὰμ εἰς τὴν σκηνὴν παρεγένετο, ἐπὶ τοῦ Ἰακὼβ ἐν τῇ κλίμακι, ἐπὶ τοῦ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους ὡμίλησεν, ἐπὶ τοῦ Μωϋσέως εἰς τὸ ὄρος Σινᾶ, ἐπὶ Ἰησοῦ εἰς Ἱεριχὼ, ἐπὶἨλία εἰς τὸ σπήλαιον. Καὶ οὐκ ἔστι γενεὰ, ὅπου οὐ κατέβη, καὶ οὐκ ἔλαθεν ἡμᾶς.

Καὶ νῦν, ὡς λέγεται, εἰ ὁ Κύριος πάρεστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; Ἀπεκρίθησαν οἱ προάγοντες· Αὐτός ἐστιν ὁ τότε κατερχόμενος· ἵνα μὴ γνωρισθῇ ἀνερχόμενος, δουλικὴν εἰκόνα ἐφόρησεν, ἵνα μὴ γνῶτε δεσποτικὴν μεγαλοπρέπειαν. Καὶ μάθετε ∆εσποτικὸν μυστήριον, καὶ σόφισμα Κυριακὸν, καὶ μὴ κωλύσητε φιλανθρωπίας πρόθεσιν. Εἰ γὰρ ἐγνώκατε αὐτὸν ἐν ταπεινώσει πολλῇ κατερχόμενον χάριν τοῦ πλάσματος, ἐκωλύετε τὴν κατάβασιν καὶ ἀπεστερεῖτε τῆς σωτηρίας τὸν ἄνθρωπον, καὶ δίχα τῆς ἄνω βασιλείας λοφούμενον. Νῦν ἀνοίξατε, γονυπετήσατε. Εἶτα ἀποκρίνονται καὶ αὐτοί· Εἰ μὴ φωνῆς αὐτοῦ θείας ἀκούσωμεν, οὐκ ἂν τὰς θύρας ἀνοίξοιμεν. Οὐδεὶς γὰρ διαβαίνει ἔνθεν ἀκάθαρτος. Αὕτη γὰρ, φησὶν, ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Τότε ὁ Κύριος φωνῇ τιμίᾳ ἐλάλησεν· Ἐγώ εἰμι ὁ ζητούμενος, ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· τουτέστιν, Ἃ ἔπραξα καὶ πέπονθα, ὅσα ἐποίησα καλὰ καὶ ἀπείληφα κακά. Ἀπαγγελῶ τῶν δικαίων τὰ τεκμήρια, τῶν ἰάσεων τὰ χαρίσματα, τῶν πράξεων τὰ κατορθώματα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τότε γνόντες τοῦ ἀχράντου φωνὴν ∆εσποτικὴν, οἱ τὰς πύλας κατέχοντες, μετὰ φόβου εἰς προσκύνησιν ἐξήλθοσαν· Οὐκ οἴδαμέν σε, ∆έσποτα, κατερχόμενον, προσκυνοῦμέν σε ἀνερχόμενον. Εἶτα αὐτὸς παρερχόμενος ἀναντιῤῥήτως, καὶ οἱ ἀκόλουθοι. Οἱ δὲ τοὺς ὄπισθεν εἰσερχομένους ἐκώλυον λέγοντες· Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι καὶ ἅρπαγες; ἵνα τί τοῦτο πράττεται παρὰ τῆς σῆς ἁγιότητος; Ταύτας τὰς πύλας σὺ ἐκύρωσας, σὺ πυλωροὺς ἡμᾶς κατέστησας, σὺ νόμον ἡμῖν ἐδογμάτισας, ὅτι Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς. Οὐχὶ λέλεκται περὶ σοῦ, ὅτι Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται; Εἶπας γὰρ, Μόνοι δίκαιοι εἰσελεύσονται· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι προσάγονται,