1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

ὧδε μάγοι καὶ λῃσταὶ καὶ ἅρπαγες εἰσέρχονται; Κἂν πρῶτον δικαίους εἰσάγαγε, καὶ κατόπιν ἁμαρτωλοὺς χειραγώγησον.

Ἔσθ' ὅτε πάντας τούτους εἰσάγεις· δῆλον ὅτι μετενόησαν· τοῦτον δὲ τὸν λῃστὴν διὰ τί πρὸ πάντων εἰσάγεις εἰς τὰ ἄνω βασίλεια; ποῦ μετέγνω, ποῦ μετενόησεν; οὐ μίαν ἡμέραν ἐν τῇ ζωῇ αὐτοῦ δι 61.697 επράξατο, οὔτε τι καλὸν πέπραχε πώποτε· ἀλλ' οὐδὲ ὥραν μίαν ἐχώρησεν εἰς μετάνοιαν. Ἰδοὺ τὰ ἁμαρτήματα αὐτοῦ ἐγγράφως κατέχομεν, ἃ μὲν ἐν μετανοίᾳ οὐκ ἐξήλειψε, καὶ προηγέτην αὐτὸν εἰς τὸν παράδεισον ἁπάντων τῶν δικαίων εἰσφέρεις; Ὁ δὲ Σωτὴρ, Ζητεῖτε αὐτοῦ, φησὶ, τὴν ἁμαρτίαν, ἣν ἐγὼ πρὸ πάντων ἐξήλειψα; Ἀργήσει αὐτοῦ τῶν ἁμαρτημάτων τὸ ἔγγραφον, ὅτι ἡ πίστις αὐτοῦ ἀπήλειψεν αὐτό. Λυέσθω τῶν ἀδικημάτων αὐτοῦ ἡ συγγραφὴ τῇ καλῇ ὁμολογίᾳ. Οὐ μετενόησε πρὸ καιροῦ, ἀλλὰ συνῆκεν εἰς τὸν καιρόν· πρὸ τοῦ θανάτου δίχα πίστεως ὑπῆρχε γυμνὸς, ἐν τῷ θανάτῳ ἡ πίστις αὐτοῦ τῆς θαλάσσης τῶν πλημμυρημάτων ἐνίκησεν· ἐν καιρῷ ἀνέσεως οὐκ ἔγνω, ἀλλ' ἐν καιρῷ ἀνάγκης ἐπέγνω τὸ δίκαιον. Ὅτε οἱ μαθηταί μου ἀπέφυγόν με, οὗτος προσέφυγέ μοι· ὅτε Πέτρος ἔλεγεν, Οὐκ οἶδα τὸν ἄνθρωπον, τότε οὗτος βασιλέα οὐρανῶν ὡμολόγησεν· ὅτε ἱερεῖς ἐθανάτουν με, τότε οὗτος ζωῆς ἐκάλεσε Κύριον. Ἐμοὶ τὸ ἔργον τῆς μετανοίας τετέλεσται, τοῦ τὴν πρόθεσιν βλέποντος καὶ τὸ πρόθυμον· ἐμοὶ τῆς ὑπομονῆς τὸ δικαίωμα πέπρακται, τοῦ εἰς τὸ ἀγαθὸν τὴν καρδίαν κλίναντος.

∆ιὰ τῆς πλευρᾶς Ἀδὰμ τὸν παράδεισον ἀπέκλεισεν, οὗτος ἐν τῇ ὁμολογίᾳ ἀνοίγει τὸν ὑπὸ τῆς φλογίνης ῥομφαίας πυλῶνα φρουρούμενον. Μὴ ζητήσατε αὐτοῦ τὴν ἁμαρτίαν, ἣν οὐχ εὑρήσετε. ∆ιὰ τοῦτο ∆αυῒδ πρὸ τοσούτων γενεῶν προεφήτευσε· Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Λοιπὸν ὁ Σωτὴρ ἀνῆλθε, νικήσας πᾶσαν ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ἀπήντησαν, καὶ ὡς ∆εσπότῃ προσεκύνησαν, καὶ πᾶσα Χερουβικὴ τάξις καὶ Σεραφικὴ λειτουργίᾳ προσεκύνησεν αὐτῷ καὶ τῷ Πατρὶ τῷ γεννήσαντι. Καὶ ὅσα τε Πατρὶ προσελάβετο καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἐκάθισεν ὁ μήποτε γυμνώσας τοὺς πατρικοὺς κόλπους. Εἰ γὰρ καὶ κατῆλθεν ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἀλλ' οὖν τοῦ θρόνου οὐδαμῶς κατελείφθη· εἰ καὶ γέγονεν ἄνθρωπος τέλειος οἰκονομικῶς, οὐδαμῶς ἔκστασιν ὑπέμεινε τῆς οἰκείας φυσικῆς θεότητος. Οὐ γὰρ ἐκ προκοπῆς ἀνθρώπου γέγονε Θεὸς ὁ Χριστὸς, μὴ γένοιτο, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον σώσῃ. ∆ιὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα ὁμολογοῦμεν· καθὼς ὁ θεσπέσιος ἔφησε Παῦλος· ∆ιὸ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπετάγησαν αὐτῷ, ὡς ὄντι πρὸ πάσης κτίσεως, μᾶλλον δὲ ποιητὴν τῆς κτίσεως, καὶ συνδεσπόζοντα καὶ συμβασιλεύοντα τῷ ἀχράντῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶ 61.698 νας. Ἀμήν. Αὐτὸς γάρ ἐστιν ὁ μέλλων κρῖναι τὴν οἰκουμένην, καὶ τὴν ὑπ' οὐρανὸν πᾶσαν, καὶ ἀποδοῦναι ἑκάστῳ καθ' ἃ ἔπραξε. Τίς οὖν τῆς φιλανθρωπίας λαλήσει τὸν ἔλεον, ἢ τῆς δυναστείας αὐτοῦ τὸ μέγεθος; τίς αὐτοῦ τῆς ἀγαθότητος ἐκφράσει τὴν σύνεσιν, ἢ τῆς δυνάμεως τὴν μεγαλειότητα; τίς τῆς εὐσπλαγχνίας αὐτοῦ τοὺς οἰκτιρμοὺς διηγήσεται, ἢ ἐξιχνιάσει τῆς ὑπερβολῆς τὸ ἀξίωμα; ὅτι μὴ καταλιπὼν τὰ ἄνω, δι' ἡμᾶς ἐπὶ γῆς κατῆλθεν· ὅτι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας λαθὼν, εἰς ἄχραντον Παρθένου μήτραν ἐχώρησεν· ἀγγέλων καὶ ἀρχαγγέλων ἔλαθε χοροὺς, καὶ δούλου μορφὴν ἐνεδύσατο, ἵνα σώσῃ τὸν κατ' εἰκόνα ἄνθρωπον φθορᾶς καὶ θανάτου· καὶ ἀπέθανε τῇ σαρκὶ, ἵνα ἡμᾶς τῆς ἀθανάτου φύσεως αὐτοῦ κοινωνοὺς ἀπεργάσηται.

Καὶ τί ἀνταποδώσομεν αὐτῷ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; ποίας εὐχαριστίας, ἢ ἱκεσίας; Οὐδ' ἂν πάντα ἡμῶν τὰ μέλη φωνὰς ἀναλάβωσι, καὶ αἱ τρίχες ἡμῶν λαλιὰς ἐξάγωσι, καὶ πᾶν τὸ ὄργανον ἡμῶν μελῳδίας πληρωθῇ, ἐπαξίως ἀνυμνῆσαι δυνηθῶμεν τὴν αὐτοῦ πρὸς ἡμᾶς γενομένην συγκαταβάσεως